§6.27.1φιλέει δέ κως προσημαίνειν, εὖτʼ ἂν μέλλῃ μεγάλα κακὰ ἢ πόλι ἢ ἔθνεϊ ἔσεσθαι· καὶ γὰρ Χίοισι πρὸ τούτων σημήια μεγάλα ἐγένετο·
每当重大的灾难行将降临于一个城邦或一个民族时,神意总会以某种方式预先示警;因为在此之前,希奥斯人确实也得到了重大的预兆。
§6.27.2τοῦτο μέν σφι πέμψασι ἐς Δελφοὺς χορὸν νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόστησαν, τοὺς δὲ ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε· τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον, ὀλίγον πρὸ τῆς ναυμαχίης, παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε ἡ στέγη, ὥστε ἀπʼ ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος ἀπέφυγε.
其一,当他们向德尔斐派遣了一支由百名青年组成的合唱队时,其中仅有两人得以生还,而其余的九十八人则被突如其来的瘟疫夺去了生命;其二,就在城中同一时期,即海战前不久,正当孩子们在学校学习识字时,屋顶突然坍塌,以至于在一百二十个孩子中,仅有一人得以幸免。
§6.27.3ταῦτα μὲν σφι σημήια ὁ θεὸς προέδεξε, μετὰ δὲ ταῦτα ἡ ναυμαχίη ὑπολαβοῦσα ἐς γόνυ τὴν πόλιν ἔβαλε, ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱστιαῖος Λεσβίους ἄγων·
神确实已预先向他们显示了这些征兆,而在此之后,海战接踵而至,使这个城邦一蹶不振;而在海战之后,希斯提亚埃乌斯又率领莱斯博斯人袭来。
κεκακωμένων δὲ τῶν Χίων, καταστροφὴν εὐπετέως αὐτῶν ἐποιήσατο.
由于希奥斯人已遭受重创,他便轻易地将他们征服了。