§6.136.1παρίοισι μὲν δὴ ταῦτα ἡ Πυθίη ἔχρησε·
皮提亚确实给帕罗斯人作出了这样的神谕。
Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος ὁ Ἀρίφρονος, ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδεα ἐδίωκε τῆς Ἀθηναίων ἀπάτης εἵνεκεν.
而当米太亚德从帕罗斯返回时,雅典人纷纷指责他,其他人和阿里普隆之子克桑提普斯尤其如此。 克桑提普斯以欺骗雅典人罪,将米太亚德带到公民大会前,并要求判处死刑而起诉他。
§6.136.2Μιλτιάδης δὲ αὐτὸς μὲν παρεὼν οὐκ ἀπελογέετο· ἦν γὰρ ἀδύνατος ὥστε σηπομένου τοῦ μηροῦ·
米太亚德本人虽然在场,却无法亲自辩护,因为他的大腿正在坏死,无法做到这一点。
προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι, τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου αἵρεσιν, ὡς ἑλὼν Λῆμνόν τε καὶ τισάμενος τοὺς Πελασγοὺς παρέδωκε Ἀθηναίοισι.
当他躺在卧榻上时,他的朋友们代他进行辩护,极力称颂他在马拉松进行的战斗以及攻占利姆诺斯岛的事迹,叙述他如何攻占利姆诺斯并惩罚了佩拉斯吉人,随后将其交给了雅典人。
§6.136.3προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου, ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι, Μιλτιάδης μὲν μετὰ ταῦτα σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος τελευτᾷ, τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτισε ὁ παῖς αὐτοῦ Κίμων.
虽然公民在免除死刑这一决定上支持了他,但仍因他的不义行为而对他处以五十塔兰同的罚金。 此后,米太亚德因大腿坏疽和腐烂而去世,而这五十塔兰同由他的儿子客蒙全部偿付。