§6.135.1Μιλτιάδης μέν νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω, οὔτε χρήματα Ἀθηναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος, ἀλλὰ πολιορκήσας τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον.
于是,米太亚德在伤势严重的情况下启航返回,既没有给雅典人带来财富,也没有夺取帕罗斯,而只是在围攻了二十六天并蹂躏了该岛之后离去。
§6.135.2Πάριοι δὲ πυθόμενοι ὡς ἡ ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ κατηγήσατο, βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι, θεοπρόπους πέμπουσι ἐς Δελφούς ὥς σφεας ἡσυχίη τῆς πολιορκίης ἔσχε·
帕罗斯人获悉女祭司的助手蒂莫曾为米太亚德引路,便想为此惩罚她。 围攻一解除,他们重获安宁,就立刻派使节前往德尔斐。
ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρήσωνται τὴν ὑποζάκορον τῶν θεῶν τὴν ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ.
他们派使节去询问,是否应该处死这位神明的女祭司助手——因为她向祖国的敌人指明了攻占该国的方法,并向米太亚德泄露了不准男性知晓的非凡秘仪。
§6.135.3ἡ δὲ Πυθίη οὐκ ἔα, φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων, ἀλλὰ δεῖν γὰρ Μιλτιάδεα τελευτᾶν μὴ εὖ, φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα.
但皮提亚不允许他们这样做,她说这些事情的起因并不是蒂莫,而是因为米太亚德注定要落得一个悲惨的结局,所以她才作为他灾祸的引路人而出现。