§6.137.1Λῆμνον δὲ Μιλτιάδης ὁ Κίμωνος ὧδε ἔσχε.
客蒙之子米太亚德占领利姆诺斯岛的经过如下。
Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν, εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως· τοῦτο γὰρ οὐκ ἔχω φράσαι, πλὴν τὰ λεγόμενα, ὅτι Ἑκαταῖος μὲν ὁ Ἡγησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως· §6.137.2ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους τὴν χώρην, τὴν σφίσι αὐτοῖσι ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν Πελασγοῖσι οἰκῆσαι μισθὸν τοῦ τείχεος τοῦ περὶ τὴν ἀκρόπολιν κοτὲ ἐληλαμένου, ταύτην ὡς ἰδεῖν τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ, τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην, λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς, καὶ οὕτω ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους.
当佩拉斯吉人被雅典人逐出阿提卡时,究竟是公正的还是不公正的,对此我除了转述传闻之外无法断言。 然而,赫格桑德之子赫卡泰奥斯在他的历史著作中宣称,这是不公正的;因为据他说,当初由于佩拉斯吉人为雅典人修筑了卫城周围的城墙,雅典人便把休美托斯山下属于自己的一块土地给他们居住作为报酬。 然而,当雅典人看到这块先前荒凉且毫无价值的土地被开垦得十分肥沃时,他们便产生了嫉妒和占有这片土地的欲望,于是雅典人在没有提出任何其他借口的情况下,就这样把他们驱逐了出去。
§6.137.3ὡς δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι, δικαίως ἐξελάσαι.
但据雅典人自己的说法,他们驱逐佩拉斯吉人是公正的。
κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ, ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε. φοιτᾶν γὰρ αἰεὶ τὰς σφετέρας θυγατέρας τε καὶ τοὺς παῖδας ἐπʼ ὕδωρ ἐπὶ τὴν Ἐννεάκρουνον· οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι ἄλλοισι Ἕλλησι οἰκέτας· ὅκως δὲ ἔλθοιεν αὗται, τοὺς Πελασγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας.
因为定居在休美托斯山下的佩拉斯吉人以那里为基地,犯下了如下罪行:当时雅典人的女儿和儿子经常去“九泉”(恩涅阿克鲁诺斯)汲水(因为那时雅典人和其余希腊人都还没有奴仆);而每当她们走近时,佩拉斯吉人便出于傲慢和轻蔑对她们施以暴力。
καὶ ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν, ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχείρησιν φανῆναι ἐπʼ αὐτοφώρῳ.
不仅如此,他们还不满足于做这些事,最后甚至在阴谋策划袭击时被当场抓获。
§6.137.4ἑωυτοὺς δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας, ὅσῳ, παρεὸν ἑωυτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς, ἐπεί σφεας ἔλαβον ἐπιβουλεύοντας, οὐκ ἐθελῆσαι, ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι.
而雅典人表明自己比他们高尚得多,因为尽管在抓住他们策划阴谋时本可以杀死这些佩拉斯吉人,但雅典人却不愿这样做,只是警告他们离开这片土地。
τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ Λῆμνον.
那些就这样离开的人便占领了其他地方,特别是利姆诺斯岛。
ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε, ταῦτα δὲ Ἀθηναῖοι λέγουσι.
以上是赫卡泰奥斯所说的,而这些则是雅典人所说的。