§6.136.1παρίοισι μὲν δὴ ταῦτα ἡ Πυθίη ἔχρησε· Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος ὁ Ἀρίφρονος, ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδεα ἐδίωκε τῆς Ἀθηναίων ἀπάτης εἵνεκεν.
The Pythia indeed gave this oracle to the Parians; but when Miltiades returned from Paros, the Athenians had him on their lips, both the others and especially Xanthippus the son of Ariphron, who, bringing Miltiades before the people on a capital charge, prosecuted him for his deception of the Athenians.
§6.136.2Μιλτιάδης δὲ αὐτὸς μὲν παρεὼν οὐκ ἀπελογέετο· ἦν γὰρ ἀδύνατος ὥστε σηπομένου τοῦ μηροῦ· προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι, τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου αἵρεσιν, ὡς ἑλὼν Λῆμνόν τε καὶ τισάμενος τοὺς Πελασγοὺς παρέδωκε Ἀθηναίοισι.
Miltiades himself, though present, made no defense, for he was unable to do so because his thigh was mortifying; but while he lay before them on a couch, his friends made a defense on his behalf, speaking much of the battle fought at Marathon and the capture of Lemnos, how he had taken Lemnos and, having taken vengeance on the Pelasgians, had delivered it to the Athenians.
§6.136.3προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου, ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι, Μιλτιάδης μὲν μετὰ ταῦτα σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος τελευτᾷ, τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτισε ὁ παῖς αὐτοῦ Κίμων.
And though the people supported him with regard to acquittal from the death penalty, yet they fined him fifty talents for his wrongdoing; Miltiades died after this, his thigh having gangrened and rotted, and his son Cimon paid the fifty talents.