§6.114.1καὶ τοῦτο μὲν ἐν τούτῳ τῷ πόνῳ ὁ πολέμαρχος διαφθείρεται, ἀνὴρ γενόμενος ἀγαθός, ἀπὸ δʼ ἔθανε τῶν στρατηγῶν Στησίλεως ὁ Θρασύλεω·
一方面,在这场激烈的战斗中,军事执政官战死了,他表现得像一个勇士;将军之一、斯拉西劳斯之子斯忒西劳斯也牺牲了。
τοῦτο δὲ Κυνέγειρος ὁ Εὐφορίωνος ἐνθαῦτα ἐπιλαμβανόμενος τῶν ἀφλάστων νεός, τὴν χεῖρα ἀποκοπεὶς πελέκεϊ πίπτει, τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί τε καὶ ὀνομαστοί.
另一方面,欧福里翁之子库涅格伊罗斯在那里抓住了船尾的装饰物,却被斧头砍断了手而倒下;再一方面,雅典人中其他许多有名望的人也同样牺牲了。