§6.114.1καὶ τοῦτο μὲν ἐν τούτῳ τῷ πόνῳ ὁ πολέμαρχος διαφθείρεται, ἀνὴρ γενόμενος ἀγαθός, ἀπὸ δʼ ἔθανε τῶν στρατηγῶν Στησίλεως ὁ Θρασύλεω· τοῦτο δὲ Κυνέγειρος ὁ Εὐφορίωνος ἐνθαῦτα ἐπιλαμβανόμενος τῶν ἀφλάστων νεός, τὴν χεῖρα ἀποκοπεὶς πελέκεϊ πίπτει, τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί τε καὶ ὀνομαστοί.
And on one hand, in this struggle, the polemarch was slain, having proved himself a brave man, and of the generals, Stesilaus the son of Thrasylaos died; on the other hand, Cynegirus the son of Euphorion, laying hold there of the stern-ornament of a ship, fell, having his hand cut off with an axe; and on the other hand, many other well-known men of the Athenians fell likewise.