§6.113.1μαχομένων δὲ ἐν τῷ Μαραθῶνι χρόνος ἐγίνετο πολλός, καὶ τὸ μὲν μέσον τοῦ στρατοπέδου ἐνίκων οἱ βάρβαροι, τῇ Πέρσαι τε αὐτοὶ καὶ Σάκαι ἐτετάχατο· κατὰ τοῦτο μὲν δὴ ἐνίκων οἱ βάρβαροι καὶ ῥήξαντες ἐδίωκον ἐς τὴν μεσόγαιαν, τὸ δὲ κέρας ἑκάτερον ἐνίκων Ἀθηναῖοί τε καὶ Πλαταιέες·
在马拉松战斗持续了很久,在军队的中央阵线,蛮族占了上风,那里部署着波斯人自己和塞迦人;确实,在这一部分蛮族取得了胜利,并在突破阵线后向内陆追击,但在两翼,雅典人和普拉提亚人则取得了胜利。
§6.113.2νικῶντες δὲ τὸ μὲν τετραμμένον τῶν βαρβάρων φεύγειν ἔων, τοῖσι δὲ τὸ μέσον ῥήξασι αὐτῶν συναγαγόντες τὰ κέρεα ἀμφότερα ἐμάχοντο, καὶ ἐνίκων Ἀθηναῖοι.
他们在取得胜利的同时,放任被打败逃跑的那部分蛮族逃走,而是将两翼合拢,与那些突破了他们中央阵线的蛮族交战,最终雅典人获胜。
φεύγουσι δὲ τοῖσι Πέρσῃσι εἵποντο κόπτοντες, ἐς ὃ ἐς τὴν θάλασσαν ἀπικόμενοι πῦρ τε αἴτεον καὶ ἐπελαμβάνοντο τῶν νεῶν.
他们追击着逃跑的波斯人并沿途斩杀,直到到达海边,他们呼喊着要火,并开始夺取船只。