Humanitext Reader

希罗多德 · 历史 §5.92G.1-5.92G.5

佩里安德的暴政与索克莱斯的警告

第 868 段,共 1577 段 · 希腊语

内容简介

叙述了佩里安德如何听从色拉西布洛斯的建议清除杰出公民,并剥光所有科林斯妇女的衣服烧给亡妻梅丽莎;索克莱斯借此强烈谴责斯巴达试图扶植僭主的企图。

§5.92G.1Περίανδρος δὲ συνιεὶς τὸ ποιηθὲν καὶ νόῳ ἴσχων ὥς οἱ ὑπετίθετο Θρασύβουλος τοὺς ὑπειρόχους τῶν ἀστῶν φονεύειν, ἐνθαῦτα δὴ πᾶσαν κακότητα ἐξέφαινε ἐς τοὺς πολιήτας.
佩里安德理解了所发生之事的含义,并记在心中,领会到色拉西布洛斯是在建议他杀掉公民中杰出的人,于是他便开始对公民们展露出一切邪恶。
ὅσα γὰρ Κύψελος ἀπέλιπε κτείνων τε καὶ διώκων, Περίανδρος σφέα ἀπετέλεσε, μιῇ δὲ ἡμέρῃ ἀπέδυσε πάσας τὰς Κορινθίων γυναῖκας διὰ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν.
因为凡是库普塞洛斯在杀戮和驱逐中留下的未竟之事,佩里安德都将其完成了,并且在一天之内,为了他自己的妻子梅丽莎,剥光了所有哥林多妇女的衣服。
§5.92G.2πέμψαντι γάρ οἱ ἐς Θεσπρωτοὺς ἐπʼ Ἀχέροντα ποταμὸν ἀγγέλους ἐπὶ τὸ νεκυομαντήιον παρακαταθήκης πέρι ξεινικῆς οὔτε σημανέειν ἔφη ἡ Μέλισσα ἐπιφανεῖσα οὔτε κατερέειν ἐν τῷ κέεται χώρῳ ἡ παρακαταθήκη·
因为当他派使者前往塞斯普罗提亚境内阿刻戎河畔的亡灵神谕所,询问关于一位客人留下的寄托物时,显现的梅丽莎说,她既不指示也不说明那件寄托物放在什么地方。
ῥιγοῦν τε γὰρ καὶ εἶναι γυμνή· τῶν γάρ οἱ συγκατέθαψε ἱματίων ὄφελος εἶναι οὐδὲν οὐ κατακαυθέντων· μαρτύριον δέ οἱ εἶναι ὡς ἀληθέα ταῦτα λέγει, ὅτι ἐπὶ ψυχρὸν τὸν ἰπνὸν Περίανδρος τοὺς ἄρτους ἐπέβαλε.
因为她说自己既寒冷又赤裸,因为他与她一同埋葬的衣服没有烧掉,所以毫无用处;作为她所说的是真话的凭证,她还说,佩里安德曾把面包放进冰冷的炉子里。
§5.92G.3ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ, πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη, ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας.
当这件事被汇报给佩里安德时——因为对他来说,这一凭证是可靠的,因为他在梅丽莎死后与其尸体发生过关系——在接到消息后,他立即发出布告,要求哥林多的所有妇女都到赫拉神庙去。
αἳ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι, ὃ δʼ ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσε σφέας πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμφορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε.
妇女们穿着最华丽的衣服,就像去参加节日一样,但他设下近卫军埋伏,剥光了她们所有人的衣服,无论是自由妇女还是女仆,并将衣服堆积到一个坑里,一边向梅丽莎祈祷一边烧毁了它们。
§5.92G.4ταῦτα δέ οἱ ποιήσαντι καὶ τὸ δεύτερον πέμψαντι ἔφρασε τὸ εἴδωλον τὸ Μελίσσης ἐς τὸν κατέθηκε χῶρον τοῦ ξείνου τὴν παρακαταθήκην.
在他做了这些并第二次派人去之后,梅丽莎的幽灵告诉了他,他把客人的寄托物放在了什么地方。
τοιοῦτο μὲν ὑμῖν ἐστὶ ἡ τυραννίς, ὦ Λακεδαιμόνιοι, καὶ τοιούτων ἔργων.
拉刻代蒙人啊,僭主统治对你们来说就是这样,且伴随着这样的行径。
§5.92G.5ἡμέας δὲ τοὺς Κορινθίους τότε αὐτίκα θῶμα μέγα εἶχε ὅτε ὑμέας εἴδομεν μεταπεμπομένους Ἱππίην, νῦν τε δὴ καὶ μεζόνως θωμάζομεν λέγοντας ταῦτα, ἐπιμαρτυρόμεθά τε ἐπικαλεόμενοι ὑμῖν θεοὺς τοὺς Ἑλληνίους μὴ κατιστάναι τυραννίδας ἐς τὰς πόλις.
我们科林斯人,在当时看到你们召回希庇亚斯的那一刻起,就感到了巨大的震惊;而现在听到你们说出这些话,我们感到更加震惊。 我们呼吁希腊的众神作证,请求你们不要在各城邦建立僭主统治。
οὔκων παύσεσθε ἀλλὰ πειρήσεσθε παρὰ τὸ δίκαιον κατάγοντες Ἱππίην·
难道你们不肯罢休,反而要违背正义,设法召回希庇亚斯吗?
ἴστε ὑμῖν Κορινθίους γε οὐ συναινέοντας.
你们要知道,科林斯人绝不会同意你们。

词汇与语法注释

  1. 5.92G.2ὅτι ἐπὶ ψυχρὸν τὸν ἰπνὸν Περίανδρος τοὺς ἄρτους ἐπέβαλε — 此 ὅτι 从句作为同格从句解释她所说的是真话的证据(μαρτύριον)的具体内容,或作为原因从句提供依据。“佩里安德把面包放进冷炉子里”是一个隐喻性的委婉说法,指佩里安德在梅丽莎死后与其尸体发生性关系(恋尸癖)。
  2. 5.92G.3πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη — 关系代词 ὅς 以主句的主语(佩里安德)为先行词,构成一个隐含因果关系的关系从句(“因为他在梅丽莎死后与其尸体交合”)。συμβόλαιον(证据、暗号)指只有当事人知道的秘密行为,这证实了前文“冷炉子”比喻的真实含义。
  3. 5.92G.4καὶ τοιούτων ἔργων — 虽然通过连词 καί 与中性单数主格形容词 τοιοῦτο 并列,但该属格短语作为性质或特征属格(描述性属格)起表语作用,意为“且由这些行径所构成的(伴随这些行径的)”。
  4. 5.92G.5ἴστε ὑμῖν Κορινθίους γε οὐ συναινέοντας — 动词 ἴστε(οἶδα 的第二人称复数命令式)接宾格(Κορινθίους)和分词(συναινέοντας),构成间接陈述结构(“得知科林斯人并不赞同”)。与格 ὑμῖν 作为不利与格或关系与格,意为“对你们而言”或“违背你们的意愿”。

引用这一段

希罗多德, 历史 §5.92G.1-5.92G.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.92G.1-5.92G.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。