Humanitext Reader

希罗多德 · 历史 §5.92F.1-5.92F.3

佩里安德继位与色拉西布洛斯的麦穗之喻

第 867 段,共 1577 段 · 希腊语

内容简介

库普塞洛斯死后,其子佩里安德继承僭主之位。佩里安德派使者去向米利都的僭主色拉西布洛斯请教统治秘诀,色拉西布洛斯未作口头回答,仅通过折断高大麦穗的怪异行为进行暗示。

§5.92F.1ἄρξαντος δὲ τούτου ἐπὶ τριήκοντα ἔτεα καὶ διαπλέξαντος τὸν βίον εὖ, διάδοχός οἱ τῆς τυραννίδος ὁ παῖς Περίανδρος γίνεται.
在此人统治了三十年并安详地度过一生之后,他的儿子佩里安德成为了他僭主地位的继承人。
ὁ τοίνυν Περίανδρος κατʼ ἀρχὰς μὲν ἦν ἠπιώτερος τοῦ πατρός, ἐπείτε δὲ ὡμίλησε διʼ ἀγγέλων Θρασυβούλῳ τῷ Μιλήτου τυράννῳ, πολλῷ ἔτι ἐγένετο Κυψέλου μιαιφονώτερος.
然而,佩里安德起初比他的父亲要温和,但自通过使者与米利都的僭主色拉西布洛斯交往之后,他变得比库普塞洛斯还要残暴得多。
§5.92F.2πέμψας γὰρ παρὰ Θρασύβουλον κήρυκα ἐπυνθάνετο ὅντινα ἂν τρόπον ἀσφαλέστατον καταστησάμενος τῶν πρηγμάτων κάλλιστα τὴν πόλιν ἐπιτροπεύοι.
因为他派了一名使者去色拉西布洛斯那里,询问自己应该以何种最安全的方式来安排事务,以便最完美地治理国家。
Θρασύβουλος δὲ τὸν ἐλθόντα παρὰ τοῦ Περιάνδρου ἐξῆγε ἔξω τοῦ ἄστεος, ἐσβὰς δὲ ἐς ἄρουραν ἐσπαρμένην ἅμα τε διεξήιε τὸ λήιον ἐπειρωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα κατὰ τὴν ἀπὸ Κορίνθου ἄπιξιν, καὶ ἐκόλουε αἰεὶ ὅκως τινὰ ἴδοι τῶν ἀσταχύων ὑπερέχοντα, κολούων δὲ ἔρριπτε, ἐς ὃ τοῦ ληίου τὸ κάλλιστόν τε καὶ βαθύτατον διέφθειρε τρόπῳ τοιούτῳ·
色拉西布洛斯把从佩里安德那里来的使者带到城外,走进一片播种了作物的农田,他一边向使者询问并反复盘问其从哥林多来的旅途情况,一边穿行于麦田之中,每当看到有麦穗高出其他麦穗,他就不断地将其折断,折断后便扔掉,直到他以这种方式将麦田中最好最壮的部分全部毁坏。
§5.92F.3διεξελθὼν δὲ τὸ χωρίον καὶ ὑποθέμενος ἔπος οὐδὲν ἀποπέμπει τὸν κήρυκα.
穿过这片田地后,他没有给出任何建议便打发使者回去。
νοστήσαντος δὲ τοῦ κήρυκος ἐς τὴν Κόρινθον ἦν πρόθυμος πυνθάνεσθαι τὴν ὑποθήκην ὁ Περίανδρος·
当使者回到哥林多时,佩里安德迫切地想询问那个建议。
ὁ δὲ οὐδέν οἱ ἔφη Θρασύβουλον ὑποθέσθαι, θωμάζειν τε αὐτοῦ παρʼ οἷόν μιν ἄνδρα ἀποπέμψειε, ὡς παραπλῆγά τε καὶ τῶν ἑωυτοῦ σινάμωρον, ἀπηγεόμενος τά περ πρὸς Θρασυβούλου ὀπώπεε.
但使者说色拉西布洛斯没有给他任何建议,并且诧异于佩里安德为什么把他送到这样一个人那里——那人就像个疯子,而且是在毁灭自己财产的傻子,随后他便将在色拉西布洛斯那里亲眼目睹的一切如实报告了。

词汇与语法注释

  1. 5.92F.1διάδοχός οἱ — 与格代词 οἱ(单数第三人称)表示所有或关系,修饰名词 διάδοχος(“他的继承人”)。
  2. 5.92F.2ὅντινα ἂν τρόπον ... ἐπιτροπεύοι — 带有 ἂν 的希求语气动词 ἐπιτροπεύοι 是间接疑问句中的潜在希求语气(potential optative),保留了直接引语中的“我该如何能最好地治理?”(ἂν ἐπιτροπεύοιμι)。分词 καταστησάμενος 带有条件意味(“如果他安排了”)。
  3. 5.92F.2ὅκως τινὰ ἴδοι — 连词 ὅκως(爱奥尼亚方言,意为 ὅπως,在此处作时间/条件用)与希求语气 ἴδοι(ὁράω 的不定过去时)连用,表示过去的一般性重复(“每当他看见时”)。主句中的未完成过去时动词 ἐκόλουε 和 ἔρριπτε 强化了这种重复性。
  4. 5.92F.3θωμάζειν τε αὐτοῦ παρʼ οἷόν μιν ἄνδρα ἀποπέμψειε — 不定式 θωμάζων 是由前文 ἔφη 引导的间接引语的一部分。动词 θωμάζω 接属格(αὐτοῦ,指佩里安德),而惊异的具体内容则由间接疑问从句 παρʼ οἷόν μιν ἄνδρα ἀποπέμψειε(“把他送到了一个怎样的人那里”)来解释。代词 μιν 是第三人称单数宾格,指使者自己。

引用这一段

希罗多德, 历史 §5.92F.1-5.92F.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.92F.1-5.92F.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。