§5.92G.1Περίανδρος δὲ συνιεὶς τὸ ποιηθὲν καὶ νόῳ ἴσχων ὥς οἱ ὑπετίθετο Θρασύβουλος τοὺς ὑπειρόχους τῶν ἀστῶν φονεύειν, ἐνθαῦτα δὴ πᾶσαν κακότητα ἐξέφαινε ἐς τοὺς πολιήτας.
Periander, understanding what had been done and taking it to heart that Thrasybulus was advising him to murder the prominent men among the citizens, thereupon began to display every kind of wickedness against the citizens.
ὅσα γὰρ Κύψελος ἀπέλιπε κτείνων τε καὶ διώκων, Περίανδρος σφέα ἀπετέλεσε, μιῇ δὲ ἡμέρῃ ἀπέδυσε πάσας τὰς Κορινθίων γυναῖκας διὰ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν.
For whatever Cypselus had left undone in killing and banishing, Periander completed, and in a single day he stripped all the Corinthian women of their clothes because of his own wife Melissa.
§5.92G.2πέμψαντι γάρ οἱ ἐς Θεσπρωτοὺς ἐπʼ Ἀχέροντα ποταμὸν ἀγγέλους ἐπὶ τὸ νεκυομαντήιον παρακαταθήκης πέρι ξεινικῆς οὔτε σημανέειν ἔφη ἡ Μέλισσα ἐπιφανεῖσα οὔτε κατερέειν ἐν τῷ κέεται χώρῳ ἡ παρακαταθήκη· ῥιγοῦν τε γὰρ καὶ εἶναι γυμνή· τῶν γάρ οἱ συγκατέθαψε ἱματίων ὄφελος εἶναι οὐδὲν οὐ κατακαυθέντων· μαρτύριον δέ οἱ εἶναι ὡς ἀληθέα ταῦτα λέγει, ὅτι ἐπὶ ψυχρὸν τὸν ἰπνὸν Περίανδρος τοὺς ἄρτους ἐπέβαλε.
For when he had sent messengers to the oracle of the dead on the river Acheron in Thesprotia concerning a deposit left by a guest, Melissa appeared and said that she would neither make a sign nor tell in what place the deposit lay; for she said she was cold and naked, because there was no use in the clothes he had buried with her since they had not been burnt; and as a proof to him that she spoke the truth, she said that Periander had cast his loaves into a cold oven.
§5.92G.3ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ, πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη, ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας.
When this was reported back to Periander, to whom the token was reliable since he had copulated with Melissa when she was a corpse, he immediately after the message made a proclamation that all the Corinthian women should go out to the Heraion.
αἳ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι, ὃ δʼ ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσε σφέας πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμφορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε.
They went as if to a festival, wearing their finest adornments, but he, having stationed his bodyguards in ambush, stripped them all alike, both the free women and the handmaids, and having gathered the clothes into a pit, he burnt them while praying to Melissa.
§5.92G.4ταῦτα δέ οἱ ποιήσαντι καὶ τὸ δεύτερον πέμψαντι ἔφρασε τὸ εἴδωλον τὸ Μελίσσης ἐς τὸν κατέθηκε χῶρον τοῦ ξείνου τὴν παρακαταθήκην.
When he had done this and sent for the second time, the phantom of Melissa told him in what place he had laid the guest's deposit.
τοιοῦτο μὲν ὑμῖν ἐστὶ ἡ τυραννίς, ὦ Λακεδαιμόνιοι, καὶ τοιούτων ἔργων.
Such a thing, O Lacedaemonians, is tyranny for you, and of such deeds.
§5.92G.5ἡμέας δὲ τοὺς Κορινθίους τότε αὐτίκα θῶμα μέγα εἶχε ὅτε ὑμέας εἴδομεν μεταπεμπομένους Ἱππίην, νῦν τε δὴ καὶ μεζόνως θωμάζομεν λέγοντας ταῦτα, ἐπιμαρτυρόμεθά τε ἐπικαλεόμενοι ὑμῖν θεοὺς τοὺς Ἑλληνίους μὴ κατιστάναι τυραννίδας ἐς τὰς πόλις.
As for us Corinthians, a great wonder seized us at that very moment when we saw you sending for Hippias, and now indeed we wonder even more when you say these things, and we call upon the gods of the Hellenes to witness, appealing to you not to establish tyrannies in the cities.
οὔκων παύσεσθε ἀλλὰ πειρήσεσθε παρὰ τὸ δίκαιον κατάγοντες Ἱππίην·
Will you then not stop, but try to bring back Hippias against justice?
ἴστε ὑμῖν Κορινθίους γε οὐ συναινέοντας.
Know that the Corinthians at least do not agree with you.