§5.93.1Σωκλέης μὲν ἀπὸ Κορίνθου πρεσβεύων ἔλεξε τάδε, Ἱππίης δὲ αὐτὸν ἀμείβετο τοὺς αὐτοὺς ἐπικαλέσας θεοὺς ἐκείνῳ, ἦ μὲν Κορινθίους μάλιστα πάντων ἐπιποθήσειν Πεισιστρατίδας, ὅταν σφι ἥκωσι ἡμέραι αἱ κύριαι ἀνιᾶσθαι ὑπʼ Ἀθηναίων.
来自哥林多的使者索克莱斯如此发言,而希庇亚斯则向他答复,呼吁与对方相同的神明作证,誓言当哥林多人被雅典人折磨的命中注定的日子到来时,他们必将最渴望裴西斯特拉托斯的子嗣们。
§5.93.2Ἱππίης μὲν τούτοισι ἀμείψατο οἷα τοὺς χρησμοὺς ἀτρεκέστατα ἀνδρῶν ἐξεπιστάμενος· οἱ δὲ λοιποὶ τῶν συμμάχων τέως μὲν εἶχον ἐν ἡσυχίῃ σφέας αὐτούς, ἐπείτε δὲ Σωκλέος ἤκουσαν εἴπαντος ἐλευθέρως, ἅπας τις αὐτῶν φωνὴν ῥήξας αἱρέετο τοῦ Κορινθίου τὴν γνώμην, Λακεδαιμονίοισί τε ἐπεμαρτυρέοντο μὴ ποιέειν μηδὲν νεώτερον περὶ πόλιν Ἑλλάδα.
希庇亚斯以这些话作答,因为他是世人中最精确地熟知神谕的人;而其余的盟友起初保持着沉默,但当他们听到索克莱斯直言不讳地发言后,他们中的每一个人都打破沉默,赞同了这位哥林多人的意见,并向拉刻代蒙人极力呼吁,不要对任何希腊城邦采取任何变革之举。