§5.4.1τούτων δὲ τὰ μὲν Γέται οἱ ἀθανατίζοντες ποιεῦσι, εἴρηταί μοι·
在这些人当中,自认长生不死的盖塔人所做的事,我已经叙述过了。
Τραυσοὶ δὲ τὰ μὲν ἄλλα πάντα κατὰ ταὐτὰ τοῖσι ἄλλοισι Θρήιξι ἐπιτελέουσι, κατὰ δὲ τὸν γινόμενόν σφι καὶ ἀπογινόμενον ποιεῦσι τοιάδε· §5.4.2τὸν μὲν γενόμενον περιιζόμενοι οἱ προσήκοντες ὀλοφύρονται, ὅσα μιν δεῖ ἐπείτε ἐγένετο ἀναπλῆσαι κακά, ἀνηγεόμενοι τὰ ἀνθρωπήια πάντα πάθεα· τὸν δʼ ἀπογενόμενον παίζοντές τε καὶ ἡδόμενοι γῇ κρύπτουσι, ἐπιλέγοντες ὅσων κακῶν ἐξαπαλλαχθεὶς ἐστὶ ἐν πάσῃ εὐδαιμονίῃ.
而特劳索斯人,虽然在其他一切事情上都和其他色雷斯人以同样的方式履行,但在对待他们之中出生的人和死去的人时,他们却做着以下的事情:对于出生的人,亲属们围坐在一起哭泣,列举人类的一切苦难,诉说他出生后必须承受多少灾难;而对于死去的人,他们则在嬉戏和欢乐中将其埋入土中,并诉说他已经摆脱了多少灾难,如今正处于完全的幸福之中。