§5.4.1τούτων δὲ τὰ μὲν Γέται οἱ ἀθανατίζοντες ποιεῦσι, εἴρηταί μοι·
Of these, what the Getae, who believe themselves immortal, do has already been related by me.
Τραυσοὶ δὲ τὰ μὲν ἄλλα πάντα κατὰ ταὐτὰ τοῖσι ἄλλοισι Θρήιξι ἐπιτελέουσι, κατὰ δὲ τὸν γινόμενόν σφι καὶ ἀπογινόμενον ποιεῦσι τοιάδε·
As for the Trausi, while in all other respects they perform everything in the same manner as the other Thracians, regarding those who are born or die among them, they do as follows.
§5.4.2τὸν μὲν γενόμενον περιιζόμενοι οἱ προσήκοντες ὀλοφύρονται, ὅσα μιν δεῖ ἐπείτε ἐγένετο ἀναπλῆσαι κακά, ἀνηγεόμενοι τὰ ἀνθρωπήια πάντα πάθεα·
When a child is born, the relatives sit around him and wail, recounting all human sufferings, because of how many evils he must endure now that he is born.
τὸν δʼ ἀπογενόμενον παίζοντές τε καὶ ἡδόμενοι γῇ κρύπτουσι, ἐπιλέγοντες ὅσων κακῶν ἐξαπαλλαχθεὶς ἐστὶ ἐν πάσῃ εὐδαιμονίῃ.
But when someone dies, they bury him in the earth with play and rejoicing, saying how many evils he has been delivered from and is now in complete happiness.