§5.39.1τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατʼ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος.
在斯巴达,列翁之子阿纳克桑德里德斯已不再在世执政,而是已经去世,由阿纳克桑德里德斯之子克列奥美奈斯继承了王位,他获得王位并非依靠勇德,而是凭借出身。
Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα, καὶ ἐούσης ταύτης οἱ καταθυμίης, παῖδες οὐκ ἐγίνοντο.
因为阿纳克桑德里德斯娶了自己的外甥女(他姐妹的女儿)为妻,虽然她很合他的心意,但他们并没有生育孩子。
§5.39.2τούτου δὲ τοιούτου ἐόντος, οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν
εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς, ἀλλʼ ἡμῖν τοῦτʼ ἐστὶ οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον.
在这种情况下,监察官们召见他并说道: “即使你不在乎你自己的前途,我们也绝不能坐视欧律斯提奈斯的家族绝嗣。
σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον· καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις.
因此,既然你现在的妻子不为你生育,你就休了她,另娶一个吧;这样做你就会取悦斯巴达人。
ὃ δʼ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν, ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας, τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι· οὐδέ σφι πείσεσθαι.
”但他回答说,这两件事他一件也不会做,并表示他们劝他休掉对自己毫无过错的现任妻子而另娶新妇,这并不是个好建议;他也不会服从他们。