§5.39.1τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατʼ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος.
In Sparta, Anaxandrides, the son of Leon, was no longer alive to rule, but had died, and Cleomenes, the son of Anaxandrides, held the kingship, having obtained it not by manly virtue but by birth.
Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα, καὶ ἐούσης ταύτης οἱ καταθυμίης, παῖδες οὐκ ἐγίνοντο.
For Anaxandrides had as a wife the daughter of his own sister, and although she was to his liking, no children were born to them.
§5.39.2τούτου δὲ τοιούτου ἐόντος, οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν
εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς, ἀλλʼ ἡμῖν τοῦτʼ ἐστὶ οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον.
Since this was the case, the ephors summoned him and said: "Even if you do not look out for yourself, yet we must not overlook this, that the family of Eurysthenes should become extinct.
σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον· καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις. ὃ δʼ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν, ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας, τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι· οὐδέ σφι πείσεσθαι.
Now, therefore, since the wife you have does not bear you children, put her away and marry another; and by doing this you will please the Spartans." But he replied, saying that he would do neither of these things, and that they were not advising him well in urging him to dismiss the wife he had, who was blameless toward him, and to bring in another; nor would he obey them.