§5.40.1πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξανδρίδῃ τάδε. ἐπεὶ τοίνυν τοι περιεχόμενόν σε ὁρῶμεν τῆς ἔχεις γυναικός, σὺ δὲ ταῦτα ποίεε, καὶ μὴ ἀντίβαινε τούτοισι, ἵνα μή τι ἀλλοῖον περὶ σεῦ Σπαρτιῆται βουλεύσωνται· §5.40.2γυναικὸς μὲν τῆς ἔχεις οὐ προσδεόμεθά σευ τῆς ἐξέσιος, σὺ δὲ ταύτῃ τε πάντα ὅσα νῦν παρέχεις πάρεχε καὶ ἄλλην πρὸς ταύτῃ ἐσάγαγε γυναῖκα τεκνοποιόν.
对此,监察官和长老们经商议后,向阿纳克桑德里德斯提出了如下建议: “既然我们看到你对你现有的妻子十分依恋,那么你就这样做,不要反对这些事,免得斯巴达人对你做出什么不利的决定:我们并不要求你休掉你现有的妻子,你仍要向她提供你现在所提供的一切,并在此之外另娶一个能生育的妻子。
ταῦτά κῃ λεγόντων συνεχώρησε ὁ Ἀναξανδρίδης, μετὰ δὲ γυναῖκας ἔχων δύο διξὰς ἱστίας οἴκεε, ποιέων οὐδαμῶς Σπαρτιητικά.
” 在他们这样劝说之下,阿纳克桑德里德斯同意了,此后他娶了两个妻子,操持着两个家庭,这完全不合乎斯巴达人的风俗。