§5.38.1Κώην μέν νυν Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον, ἐξαγαγόντες κατέλευσαν, Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν·
至于夸斯,米蒂利尼人一接收他,便把他拉出去用石头砸死;而库墨人则放走了他们自己的僭主。
ὣς δὲ καὶ ἄλλοι οἱ πλεῦνες ἀπίεσαν.
同样,其他大多数城市也都放走了他们的僭主。
§5.38.2τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλιας, Ἀρισταγόρης δὲ ὁ Μιλήσιος ὡς τοὺς τυράννους κατέπαυσε, στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων κελεύσας ἑκάστους καταστῆσαι, δεύτερα αὐτὸς ἐς Λακεδαίμονα τριήρεϊ ἀπόστολος ἐγίνετο·
于是,各城市的僭主统治宣告结束。 而米利都的阿里斯塔戈拉斯在推翻了僭主之后,命令各城市各自设立将军,随后他自己乘着一艘三列桨战船作为使者前往拉刻代蒙。
ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι.
因为他确实迫切需要寻找某个强大的盟友。