§5.20.1ὡς δὲ ὁ Ἀμύντης χρηίσας τούτων οἰχώκεε, λέγει ὁ Ἀλέξανδρος πρὸς τοὺς Πέρσας
γυναικῶν τουτέων, ὦ ξεῖνοι, ἔστι ὑμῖν πολλὴ εὐπετείη, καὶ εἰ πάσῃσι βούλεσθε μίσγεσθαι καὶ ὁκόσῃσι ὦν αὐτέων.
当阿明塔斯请求了这些事并离去后,亚历山大对波斯人说:“客人们,关于这些女人,你们有充分的自由,无论你们是想与她们所有人,还是与她们中的任何几人亲近。
§5.20.2τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε·
对此你们自己可以示意。
νῦν δέ, σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς ἔχοντας ὑμέας ὁρῶ μέθης, γυναῖκας ταύτας, εἰ ὑμῖν φίλον ἐστί, ἄπετε λούσασθαι, λουσαμένας δὲ ὀπίσω προσδέκεσθε.
但现在,因为你们就寝的时候已经临近,而且我看到你们已经喝得烂醉,如果你们愿意,就让这些女人去洗个澡吧,等她们洗完澡,你们再把她们接回来。
§5.20.3εἴπας ταῦτα, συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι, γυναῖκας μὲν ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην, αὐτὸς δὲ ὁ Ἀλέξανδρος ἴσους τῇσι γυναιξὶ ἀριθμὸν ἄνδρας λειογενείους τῇ τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς ἦγε ἔσω, παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε. §5.20.4ὦ Πέρσαι, οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι·
” 说完了这些话(因为波斯人都同意了),亚历山大便把出来的女人们打发回内苑去,而他自己则找来与女人同等数量的无须青年,让他们穿上女人的衣服,给他们配上短剑,带进席间,并一边引见他们,一边对波斯人说道: “波斯人啊,看来你们正享用着一场完备的盛宴。
τά τε γὰρ ἄλλα ὅσα εἴχομεν, καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν, πάντα ὑμῖν πάρεστι, καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον, τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν, ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν περ ἐστὲ ἄξιοι, πρὸς δὲ καὶ βασιλέι τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην Μακεδόνων ὕπαρχος εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ.
因为除了我们所拥有的一切,再加上我们所能寻得并提供的一切,都已为你们准备妥当,尤其是这最伟大的一点:我们甚至将自己的母亲和姐妹慷慨地奉献给你们,好让你们完全明白,你们得到了来自我们、且是你们配得的最高敬意;此外,也是为了让你们向派你们来的国王禀报,一个统治着马其顿人的希腊男子,在款待和同寝上都妥善地接待了你们。
§5.20.5ταῦτα εἴπας ὁ Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ·
” 说罢,亚历山大让一个马其顿男子坐在一个波斯男子身旁,名义上装作是女人。
οἳ δέ, ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο, διεργάζοντο αὐτούς.
当波斯人企图抚摸他们时,他们便将波斯人杀死了。