§5.21.1καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρησαν, καὶ αὐτοὶ καὶ ἡ θεραπηίη αὐτῶν·
这些人便以这种悲惨的方式被消灭了,无论是他们自己还是他们的随从。
εἵπετο γὰρ δή σφι καὶ ὀχήματα καὶ θεράποντες καὶ ἡ πᾶσα πολλὴ παρασκευή·
因为确实有车辆、仆役和所有庞大的装备跟随他们。
πάντα δὴ ταῦτα ἅμα πᾶσι ἐκείνοισι ἠφάνιστο.
所有这些东西,都与那些人一起消失得无影无踪了。
§5.21.2μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕστερον ζήτησις τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περσέων ἐγίνετο, καί σφεας Ἀλέξανδρος κατέλαβε σοφίῃ, χρήματά τε δοὺς πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη·
此后不久,波斯人对这些人展开了大规模的搜寻,但亚历山大用妙计平息了他们,不仅送出巨额钱财,还把名叫居盖娅的亲姐妹嫁了出去。
δοὺς δὲ ταῦτα κατέλαβε ὁ Ἀλέξανδρος Βουβάρῃ ἀνδρὶ Πέρσῃ, τῶν διζημένων τοὺς ἀπολομένους τῷ στρατηγῷ.
通过赠送这些,亚历山大拉拢了波斯人布巴雷斯,他是负责搜寻失踪人员的将军。