§5.19.1Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε, καίπερ δυσφορέων, οἷα ὑπερδειμαίνων τοὺς Πέρσας·
阿明塔斯见此情形,虽然心中不悦,但因极度惧怕波斯人而保持隐忍。
Ἀλέξανδρος δὲ ὁ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα, ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής, οὐδαμῶς ἔτι κατέχειν οἷος τε ἦν, ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε. ὦ πάτερ, σὺ μὲν εἶκε τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο, μηδὲ λιπάρεε τῇ πόσι·
然而,阿明塔斯之子亚历山大当时在场并目睹了这一切,他年轻气盛,未曾尝过苦难,因而再也无法按捺,便愤慨地对阿明塔斯说道:“父亲,您请顺从您的年纪,离席去休息吧,不要再坚持饮酒了。
ἐγὼ δὲ προσμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι.
我留在这里,会为这些客人提供一切必要的款待。
§5.19.2πρὸς ταῦτα συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήσσειν μέλλοι ὁ Ἀλέξανδρος, λέγει
ὦ παῖ, σχεδὸν γάρ σευ ἀνακαιομένου συνίημι τοὺς λόγους, ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι νεώτερον·
” 对于这些话,阿明塔斯察觉到亚历山大意图采取某些激进的行动,便说道:“我的孩子,从你愤怒的话语中,我大致能领会你的意思,你是想把我送走,好去干些出格的事。
ἐγὼ ὦν σευ χρηίζω μηδὲν νεοχμῶσαι κατʼ ἄνδρας τούτους, ἵνα μὴ ἐξεργάσῃ ἡμέας, ἀλλὰ ἀνέχευ ὁρέων τὰ ποιεύμενα·
因此,我求你千万不要对这些人轻举妄动,以免毁灭我们。 你只要看着他们的所作所为并隐忍便是。
ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι.
至于我的退席,我会听从你的。 ”