§5.20.1ὡς δὲ ὁ Ἀμύντης χρηίσας τούτων οἰχώκεε, λέγει ὁ Ἀλέξανδρος πρὸς τοὺς Πέρσας
γυναικῶν τουτέων, ὦ ξεῖνοι, ἔστι ὑμῖν πολλὴ εὐπετείη, καὶ εἰ πάσῃσι βούλεσθε μίσγεσθαι καὶ ὁκόσῃσι ὦν αὐτέων.
When Amyntas had departed after having requested these things, Alexander said to the Persians: "Guests, you have great freedom concerning these women, both if you wish to associate with all of them, or with as many of them as you please.
§5.20.2τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε·
Concerning this, you will indicate your pleasure yourselves.
νῦν δέ, σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς ἔχοντας ὑμέας ὁρῶ μέθης, γυναῖκας ταύτας, εἰ ὑμῖν φίλον ἐστί, ἄπετε λούσασθαι, λουσαμένας δὲ ὀπίσω προσδέκεσθε. §5.20.3εἴπας ταῦτα, συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι, γυναῖκας μὲν ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην, αὐτὸς δὲ ὁ Ἀλέξανδρος ἴσους τῇσι γυναιξὶ ἀριθμὸν ἄνδρας λειογενείους τῇ τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς ἦγε ἔσω, παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε. §5.20.4ὦ Πέρσαι, οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι· τά τε γὰρ ἄλλα ὅσα εἴχομεν, καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν, πάντα ὑμῖν πάρεστι, καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον, τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν, ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν περ ἐστὲ ἄξιοι, πρὸς δὲ καὶ βασιλέι τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην Μακεδόνων ὕπαρχος εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ. §5.20.5ταῦτα εἴπας ὁ Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ· οἳ δέ, ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο, διεργάζοντο αὐτούς.
But now, for already the hour of sleep is approaching for you, and I see that you are well off for wine, let these women go, if it is pleasing to you, to bathe, and when they have bathed, receive them back." Having said this—for the Persians agreed—he sent away the women who had come out into the women's quarters, while Alexander himself, having dressed a number of beardless men equal to the women in the clothing of women and having given them daggers, led them inside, and presenting them, he said to the Persians these words: "Persians, you seem to be entertained with a complete feast; for all the other things we had, and besides, whatever we were able to find and provide, are all present for you, and indeed especially this, the greatest of all, we offer you our own mothers and sisters in abundance, so that you may fully know that you are honored by us with the treatment you deserve, and moreover, that you may report to the king who sent you that a Greek man, the ruler of the Macedonians, received you well both at table and in bed." Having said this, Alexander seated beside each Persian man a Macedonian man as if a woman in word; and they, when the Persians attempted to touch them, dispatched them.