§5.19.1Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε, καίπερ δυσφορέων, οἷα ὑπερδειμαίνων τοὺς Πέρσας·
Amyntas, seeing this, kept quiet, although he was displeased, because he was exceedingly afraid of the Persians.
Ἀλέξανδρος δὲ ὁ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα, ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής, οὐδαμῶς ἔτι κατέχειν οἷος τε ἦν, ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε. ὦ πάτερ, σὺ μὲν εἶκε τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο, μηδὲ λιπάρεε τῇ πόσι· ἐγὼ δὲ προσμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι. §5.19.2πρὸς ταῦτα συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήσσειν μέλλοι ὁ Ἀλέξανδρος, λέγει
ὦ παῖ, σχεδὸν γάρ σευ ἀνακαιομένου συνίημι τοὺς λόγους, ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι νεώτερον· ἐγὼ ὦν σευ χρηίζω μηδὲν νεοχμῶσαι κατʼ ἄνδρας τούτους, ἵνα μὴ ἐξεργάσῃ ἡμέας, ἀλλὰ ἀνέχευ ὁρέων τὰ ποιεύμενα· ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι.
But Alexander, the son of Amyntas, being present and seeing this, since he was young and had experienced no troubles, was no longer able to contain himself at all, so, bearing it heavily, he said to Amyntas these words: "Father, yield to your age, depart and rest, and do not persist in the drinking; but I, remaining here, will provide all fitting hospitality for the guests." To this Amyntas, understanding that Alexander was going to do some rash thing, said: "My son, for I understand your words almost as you burn with anger, that you want to send me away and do something rash; therefore, I entreat of you to make no disturbance against these men, lest you bring ruin upon us, but bear seeing what is done; and concerning my departure, I will obey you."