Humanitext Reader

希罗多德 · 历史 §5.18.1-5.18.5

阿明塔斯宴席上波斯使者的无礼举动

第 787 段,共 1577 段 · 希腊语

内容简介

抵达马其顿的波斯使者受到阿明塔斯的热情款待,并要求让妇女出席宴会。阿明塔斯虽不情愿但也照办,而醉酒的波斯人开始对妇女们动手指脚。

§5.18.1οἱ ὦν Πέρσαι οἱ πεμφθέντες οὗτοι παρὰ τὸν Ἀμύντην ὡς ἀπίκοντο, αἴτεον ἐλθόντες ἐς ὄψιν τὴν Ἀμύντεω Δαρείῳ βασιλέι γῆν τε καὶ ὕδωρ.
\n被派遣前往马其顿的波斯使者们抵达后,来到阿明塔斯的面前,为大流士国王索取土地和水。
ὁ δὲ ταῦτά τε ἐδίδου καὶ σφεας ἐπὶ ξείνια καλέει, παρασκευασάμενος δὲ δεῖπνον μεγαλοπρεπὲς ἐδέκετο τοὺς Πέρσας φιλοφρόνως.
阿明塔斯应允了这些要求,并邀请他们参加宴会,准备了丰盛的晚餐,热情地款待了波斯人。
§5.18.2ὡς δὲ ἀπὸ δείπνου ἐγένοντο, διαπίνοντες εἶπαν οἱ Πέρσαι τάδε. ξεῖνε Μακεδών, ἡμῖν νόμος ἐστὶ τοῖσι Πέρσῃσι, ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα, τότε καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐσάγεσθαι παρέδρους.
\n\n席散之后,波斯人们一边对饮一边说道:“马其顿的恩人啊,我们波斯人有一个习俗,每当我们设办盛宴时,便要把妾侍和正妻都带进来,坐在我们身旁。
σύ νυν, ἐπεί περ προθύμως μὲν ἐδέξαο μεγάλως δὲ ξεινίζεις, διδοῖς δὲ βασιλέι Δαρείῳ γῆν τε καὶ ὕδωρ, ἕπεο νόμῳ τῷ ἡμετέρῳ.
如今,你既然热情地接待并隆重地款待了我们,又向大流士国王献上了土地和水,就请遵循我们的习俗吧。
§5.18.3εἶπε πρὸς ταῦτα Ἀμύντης ὦ Πέρσαι, νόμος μὲν ἡμῖν γε ἐστὶ οὐκ οὗτος, ἀλλὰ κεχωρίσθαι ἄνδρας γυναικῶν·
”\n\n对此,阿明塔斯回答道:“波斯人啊,我们的习俗并非如此,而是男女有别。
ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε τούτων, παρέσται ὑμῖν καὶ ταῦτα.
但既然你们作为主人提出了这个要求,那么这也将满足你们。
εἴπας τοσαῦτα ὁ Ἀμύντης μετεπέμπετο τὰς γυναῖκας· αἳ δʼ ἐπείτε καλεόμεναι ἦλθον, ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι.
”说罢,阿明塔斯便派人去叫妇女们;她们应召前来后,在波斯人对面依次坐下。
§5.18.4ἐνθαῦτα οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν· κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἢ ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν.
\n\n这时,波斯人看到美貌的妇女,便对阿明塔斯说,这种做法一点也不聪明;因为与其让她们来了却不坐在身旁、反而坐在对面成为眼中的痛苦,还不如一开始就不让她们来。
§5.18.5ἀναγκαζόμενος δὲ ὁ Ἀμύντης ἐκέλευε παρίζειν· πειθομενέων δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως οἰνωμένοι, καί κού τις καὶ φιλέειν ἐπειρᾶτο.
\n\n阿明塔斯被迫命令她们坐在身旁;女人们顺从之后,波斯人因为喝得酩酊大醉,立刻动手抚摸她们的乳房,甚至可能有人还企图亲吻她们。

词汇与语法注释

  1. 5.18.1ἐδίδου — 未完成过去时。与其说是在现场完成了“土地和水”的实际交付,不如说表示同意、尝试或着手交付(意为“答应给予”)。
  2. 5.18.4ἀλγηδόνας — 名词 ἀλγηδών(痛苦)的复数宾格。在此用作谓语性宾格或同格宾格,表示结果或性质(意为“作为眼睛的痛苦”、“成为眼中的折磨”)。
  3. 5.18.5οἷα — 用作副词的中性复数形式,与分词(οἰνωμένοι)连用,强调客观原因或理由(意为“因为、由于他们……”)。

引用这一段

希罗多德, 历史 §5.18.1-5.18.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.18.1-5.18.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。