§5.12.1τελεωθέντων δὲ ἀμφοτέροισι, οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο, Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης.
当两人的心愿都达成后,他们便各自朝自己选择的方向去。 然而,大流士却因目睹了下面这样的一件事,而渴望命令迈加巴佐斯去征服派奥尼亚人,并将他们从欧洲强制迁徙到亚洲。
ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες, οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην, αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις, ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα.
有两个名叫皮格雷斯和曼提埃斯的派奥尼亚人,当大流士渡海到亚洲时,他们因渴望自己成为派奥尼亚人的僭主,便带着他们身材高大且容貌美丽的姐妹,一同来到了萨尔迪斯。
§5.12.2φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε· σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα, ἐπʼ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον.
他们趁着大流士在吕底亚人的城郊公开就坐时,采取了如下行动:他们将自己的姐妹尽可能打扮得漂漂亮亮,打发她去打水,她头上顶着水罐,用胳膊牵着马,手里同时纺着亚麻线。
§5.12.3ὡς δὲ παρεξήιε ἡ γυνή, ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο· οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός, οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν.
当这女子走过时,引起了大流士的注意;因为这女子的举止既非波斯风俗,也非吕底亚风俗,更不符合亚洲任何民族的习惯。
ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ γυνή.
既然引起了他的注意,他便派了几个卫兵,命令他们去监视这女子如何处置那匹马。
§5.12.4οἳ μὲν δὴ ὄπισθε εἵποντο·
卫兵们便跟在后面。
ἣ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν, ἦρσε τὸν ἵππον, ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε, φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον.
女子到了河边,给马饮了水,饮完马又把水罐灌满,然后沿着原路折回,头上顶着水,胳膊上牵着马,手里还转着纺锤。