§5.12.1τελεωθέντων δὲ ἀμφοτέροισι, οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο, Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης.
When these things had been accomplished for both of them, they turned to what they had chosen, but it happened to Darius, having seen such a thing, to desire to command Megabazus to conquer the Paeonians and deport them from Europe into Asia.
ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες, οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην, αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις, ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα.
There were Pigres and Mantyes, Paeonian men, who, when Darius crossed over into Asia, wishing themselves to rule as tyrants over the Paeonians, arrived in Sardis, bringing with them their sister, who was tall and beautiful.
§5.12.2φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε· σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα, ἐπʼ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον.
Having watched for Darius sitting in public in the suburb of the Lydians, they did as follows: having dressed their sister as best they could, they sent her for water, carrying a vessel on her head, leading a horse by her arm, and spinning flax.
§5.12.3ὡς δὲ παρεξήιε ἡ γυνή, ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο· οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός, οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν.
And as the woman passed by, it became a matter of attention to Darius; for the things done by the woman were neither Persian nor Lydian, nor after the manner of any of the peoples of Asia.
ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ γυνή.
And when it became a matter of attention to him, he sent some of his bodyguards, ordering them to watch what the woman would do with the horse.
§5.12.4οἳ μὲν δὴ ὄπισθε εἵποντο· ἣ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν, ἦρσε τὸν ἵππον, ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε, φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον.
So they followed behind; and when she arrived at the river, she watered the horse, and having watered it and filled her vessel with water, she passed back by the same way, carrying the water on her head, leading the horse by her arm, and turning the spindle.