§5.11.1Δαρεῖος δὲ ὡς διαβὰς τάχιστα τὸν Ἑλλήσποντον ἀπίκετο ἐς Σάρδις, ἐμνήσθη τῆς ἐξ Ἱστιαίου τε τοῦ Μιλησίου εὐεργεσίης καὶ τῆς παραινέσιος τοῦ Μυτιληναίου Κώεω, μεταπεμψάμενος δὲ σφέας ἐς Σάρδις ἐδίδου αὐτοῖσι αἵρεσιν.
大流士一渡过赫勒斯滂并抵达萨尔迪斯,就想起了米利都人希斯提哀乌斯的恩惠和米提莱涅人科埃斯的建议,他召他们到萨尔迪斯,让他们自己做出选择。
§5.11.2ὁ μὲν δὴ Ἱστιαῖος, ἅτε τυραννεύων τῆς Μιλήτου, τυραννίδος μὲν οὐδεμιῆς προσεχρήιζε, αἰτέει δὲ Μύρκινον τὴν Ἠδωνῶν, βουλόμενος ἐν αὐτῇ πόλιν κτίσαι.
且说希斯提哀乌斯,由于他已经是米利都的僭主,所以不再希求任何其他僭主之位,而是请求得到埃多尼亚人土地上的米尔基诺斯,想要在那里建立一座城市。
οὗτος μὲν δὴ ταύτην αἱρέεται, ὁ δὲ Κώης, οἷά τε οὐ τύραννος δημότης τε ἐών, αἰτέει Μυτιλήνης τυραννεῦσαι.
他便选择此地,而科埃斯由于不是僭主而是一介平民,便请求成为米提莱涅的僭主。