§5.12.1τελεωθέντων δὲ ἀμφοτέροισι, οὗτοι μὲν κατὰ τὰ εἵλοντο ἐτράποντο, Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης.
二人のためにこれらのことが完了すると、彼らはそれぞれ自ら選んだ方向へと赴いたが、ダレイオスには、次のような出来事を目にして、メガバゾスに対してパイオニア人を征服し、彼らをヨーロッパからアジアへと強制移住させるよう命じることを望むようになる事態が生じた。
ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες, οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην, αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις, ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα.
ピグレスとマンテュエスというパイオニア人の男たちがいたが、彼らはダレイオスがアジアへ渡ったとき、自分たちがパイオニア人の僭主となることを望み、背が高く容姿の端麗な姉妹を連れて、自らサルディスにやってきた。
§5.12.2φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε·
彼らは、ダレイオスがリュディア人の郊外で公に腰掛けているのを見計らって、次のように行動した。
σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα, ἐπʼ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον.
姉妹をできる限り美しく着飾らせ、頭に水瓶を載せ、腕に馬の手綱を引き、麻の糸を紡がせながら、水汲みへと送り出したのである。
§5.12.3ὡς δὲ παρεξήιε ἡ γυνή, ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο·
女が通り過ぎると、ダレイオスはこれに目を留めた。
οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός, οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν.
なぜなら、その女のしていることは、ペルシア風でもリュディア風でもなく、アジアのいかなる民の習慣でもなかったからである。
ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ γυνή.
彼がこれに目を留めると、護衛兵を何人か送り、その女が馬をどう扱うかを監視するように命じた。
§5.12.4οἳ μὲν δὴ ὄπισθε εἵποντο·
そこで護衛兵たちは後ろについていった。
ἣ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν, ἦρσε τὸν ἵππον, ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε, φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον.
女は川に到着すると、馬に水を飲ませ、さらに水瓶に水を満たし、同じ道を通り過ぎて戻っていった。 頭に水を載せ、腕に馬を引き、紡ぎ車を回しながら。