Humanitext Reader

希罗多德 · 历史 §4.185.1-4.185.3

盐块房屋与延伸至赫拉克勒斯之柱的沙漠

第 749 段,共 1577 段 · 希腊语

内容简介

希罗多德表示他不知道阿特拉斯人之后的居民名字,但指出这一丘陵带延伸至赫拉克勒斯之柱,并描述了那里由于无雨而用盐块建造的房屋,以及南部极度荒凉的内陆沙漠。

§4.185.1μέχρι μὲν δὴ τῶν Ἀτλάντων τούτων ἔχω τὰ οὐνόματα τῶν ἐν τῇ ὀφρύῃ κατοικημένων καταλέξαι, τὸ δʼ ἀπὸ τούτων οὐκέτι.
确实,直到这些阿特拉斯人为止,我尚能列举出居住在这一丘陵地带的人们的名字,但对于他们之后的人,我便无法再列举了。
διήκει δʼ ὦν ἡ ὀφρύη μέχρι Ἡρακλέων στηλέων καὶ τὸ ἔξω τουτέων.
然而,这一丘陵地带实际上一直延伸到赫拉克勒斯之柱,甚至到达了它们以外的地方。
§4.185.2ἔστι δὲ ἁλός τε μέταλλον ἐν αὐτῇ διὰ δέκα ἡμερέων ὁδοῦ καὶ ἄνθρωποι οἰκέοντες.
在这一地带中,每隔十天的路程便有盐矿和居住在那里的居民。
τὰ δὲ οἰκία τούτοισι πᾶσι ἐκ τῶν ἁλίνων χόνδρων οἰκοδομέαται. ταῦτα γὰρ ἤδη τῆς Λιβύης ἄνομβρα ἐστί·
所有这些人的房屋都是用盐块建造的;因为利比亚的这些地区已经是不下雨的了。
οὐ γὰρ ἂν ἠδυνέατο μένειν οἱ τοῖχοι ἐόντες ἅλινοι, εἰ ὗε.
因为如果下雨,这些由盐建成的墙壁是无法保持完好的。
§4.185.3ὁ δὲ ἃλς αὐτόθι καὶ λευκὸς καὶ πορφύρεος τὸ εἶδος ὀρύσσεται.
那里开采出来的盐,外观上既有白色的也有紫色的。
ὑπὲρ δὲ τῆς ὀφρύης τὸ πρὸς νότου καὶ ἐς μεσόγαιαν τῆς Λιβύης ἔρημος καὶ ἄνυδρος καὶ ἄθηρος καὶ ἄνομβρος καὶ ἄξυλος ἐστὶ ἡ χώρη, καὶ ἰκμάδος ἐστὶ ἐν αὐτῇ οὐδέν.
而在这条丘陵地带之上,即向南通往利比亚内陆的地区,是一片荒凉、无水、无野兽、无雨、无林木的土地,其中毫无湿气。

词汇与语法注释

  1. §4.185.1ἔχω ... καταλέξαι — 当动词 ἔχω 后接不定式(此处为 καταλέξαι,“列举”)时,它并不表示“拥有”,而是表示能力,意为“能够”或“可以”。
  2. §4.185.2διὰ δέκα ἡμερέων ὁδοῦ — 介词 διά 后接属格在此表示空间或时间上的“间隔”。意思是“每隔十天路程的距离”(即每走十天路程),表明在利比亚沙漠中,盐矿和定居点是按规律的间隔分布的。
  3. §4.185.2οὐ γὰρ ἂν ἠδυνέατο μένειν ... εἰ ὗε — 这是一个与事实相反的虚拟条件句。主句(归结节)包含 ἂν ἠδυνέατο,其中 ἠδυνέατο 是爱奥尼亚方言的未完成过去时第三人称复数形式(相当于雅典方言的 ἐδύναντο);条件从句为 εἰ ὗε,使用的是动词 ὕω(“下雨”)的第三人称单数未完成过去时,作无人称使用。
  4. §4.185.3τὸ εἶδος — 这是限定性宾格(即所谓“关系宾格”或“视点宾格”),修饰形容词 λευκὸς καὶ πορφύρεος(“白与紫的”),意为“在外观上”或“就外表而言”。

引用这一段

希罗多德, 历史 §4.185.1-4.185.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.185.1-4.185.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。