Humanitext Reader

希罗多德 · 历史 §4.184.1-4.184.4

阿塔兰特斯人与阿特拉斯山民

第 748 段,共 1577 段 · 希腊语

内容简介

描述了从盖拉曼特斯人再往深处走十天路程的、没有个人名字的阿塔兰特斯人,被视为天柱的阿特拉斯山,以及居住在其附近、不吃生物且不做梦的阿特拉斯人。

§4.184.1ἀπὸ δὲ Γαραμάντων διʼ ἀλλέων δέκα ἡμερέων ὁδοῦ ἄλλος ἁλός τε κολωνὸς καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι τοῖσι οὔνομα ἐστὶ Ἀτάραντες, οἳ ἀνώνυμοι εἰσὶ μοῦνοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν· ἁλέσι μὲν γάρ σφι ἐστὶ Ἀτάραντες οὔνομα, ἑνὶ δὲ ἑκάστῳ αὐτῶν οὔνομα οὐδὲν κέεται.
从盖拉曼特斯人出发,再走十天的路程,便有另一个盐丘和泉水,周围居住着人们,他们的名字叫作阿塔兰特斯人,在我们所知道的一切人类中,他们是唯一没有个人名字的;因为作为一个整体,他们的名字是阿塔兰特斯,但他们每一个人都没有被赋予任何名字。
§4.184.2οὗτοι τῷ ἡλίῳ ὑπερβάλλοντι καταρῶνται καὶ πρὸς τούτοισι πάντα τὰ αἰσχρὰ λοιδορέονται, ὅτι σφέας καίων ἐπιτρίβει, αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὴν χώρην αὐτῶν.
他们诅咒强烈照耀的太阳,此外还用各种难听的话语辱骂它,因为太阳灼烧并折磨着他们——既折磨着人们自身,也折磨着他们的土地。
§4.184.3μετὰ δὲ διʼ ἀλλέων δέκα ἡμερέων ἄλλος κολωνὸς ἁλὸς καὶ ὕδωρ, καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι.
此后,再走十天的路程,便有另一个盐丘和泉水,周围居住着人们。
ἔχεται δὲ τοῦ ἁλὸς τούτου ὄρος τῷ οὔνομα ἐστὶ Ἄτλας, ἔστι δὲ στεινὸν καὶ κυκλοτερὲς πάντῃ, ὑψηλὸν δὲ οὕτω δή τι λέγεται ὡς τὰς κορυφὰς αὐτοῦ οὐκ οἶά τε εἶναι ἰδέσθαι. οὐδέκοτε γὰρ αὐτὰς ἀπολείπειν νέφεα οὔτε θέρεος οὔτε χειμῶνος.
紧邻这盐丘的是一座名叫阿特拉斯的山,它很窄,四面呈圆锥形,据说它非常之高,以至于无法看清它的山顶;因为不论是夏天还是冬天,云雾从未离开过山顶。
τοῦτο τὸν κίονα τοῦ οὐρανοῦ λέγουσι οἱ ἐπιχώριοι εἶναι.
当地人说这就是天柱。
§4.184.4ἐπὶ τούτου τοῦ ὄρεος οἱ ἄνθρωποι οὗτοι ἐπώνυμοι ἐγένοντο· καλέονται γὰρ δὴ Ἄτλαντες.
这些人因这座山而得名,因为他们确实被称为阿特拉斯人。
λέγονται δὲ οὔτε ἔμψυχον οὐδὲν σιτέεσθαι οὔτε ἐνύπνια ὁρᾶν.
据说他们不吃任何有生命的东西,也从来不做梦。

词汇与语法注释

  1. §4.184.1ἁλέσι — 形容词 ἁλής(聚集的,整体的)的与格复数形式,在此处表示“作为整体”,修饰表示领属的与格 σφι(对他们而言)。
  2. §4.184.3ἔχεται — 动词 ἔχω 的中动相单数第三人称,支配属格(τοῦ ἁλὸς τούτου),意为“与……接壤”或“紧邻……”。
  3. §4.184.3οὐκ οἶά τε εἶναι — 在由 ὡς 引导的“对格与不定式”结果子句中,οἷός τέ εἰμι(能够……)的无人称用法。此处中性复数 οἷα 与 εἶναι 及不定式 ἰδέσθαι(看见)连用,以对格 τὰς κορυφὰς(山顶)为主语,表示“无法看见其山顶”。

引用这一段

希罗多德, 历史 §4.184.1-4.184.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.184.1-4.184.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。