§4.185.1μέχρι μὲν δὴ τῶν Ἀτλάντων τούτων ἔχω τὰ οὐνόματα τῶν ἐν τῇ ὀφρύῃ κατοικημένων καταλέξαι, τὸ δʼ ἀπὸ τούτων οὐκέτι.
As far as these Atlantes, indeed, I am able to list the names of those who dwell along the ridge, but no longer of those beyond them.
διήκει δʼ ὦν ἡ ὀφρύη μέχρι Ἡρακλέων στηλέων καὶ τὸ ἔξω τουτέων.
However, the ridge does indeed extend as far as the Pillars of Heracles, and even beyond them.
§4.185.2ἔστι δὲ ἁλός τε μέταλλον ἐν αὐτῇ διὰ δέκα ἡμερέων ὁδοῦ καὶ ἄνθρωποι οἰκέοντες.
And in it, at intervals of ten days' journey, there is a salt mine and people dwelling there.
τὰ δὲ οἰκία τούτοισι πᾶσι ἐκ τῶν ἁλίνων χόνδρων οἰκοδομέαται. ταῦτα γὰρ ἤδη τῆς Λιβύης ἄνομβρα ἐστί·
The houses of all these people are built of lumps of salt; for these parts of Libya are already rainless.
οὐ γὰρ ἂν ἠδυνέατο μένειν οἱ τοῖχοι ἐόντες ἅλινοι, εἰ ὗε.
For the walls, being of salt, would not be able to stand if it rained.
§4.185.3ὁ δὲ ἃλς αὐτόθι καὶ λευκὸς καὶ πορφύρεος τὸ εἶδος ὀρύσσεται.
The salt quarried there is both white and purple in appearance.
ὑπὲρ δὲ τῆς ὀφρύης τὸ πρὸς νότου καὶ ἐς μεσόγαιαν τῆς Λιβύης ἔρημος καὶ ἄνυδρος καὶ ἄθηρος καὶ ἄνομβρος καὶ ἄξυλος ἐστὶ ἡ χώρη, καὶ ἰκμάδος ἐστὶ ἐν αὐτῇ οὐδέν.
Above the ridge, towards the south and into the interior of Libya, the land is desert, waterless, without wild beasts, rainless, and woodless, and there is no moisture in it.