§4.186.1οὕτω μὲν μέχρι τῆς Τριτωνίδος λίμνης ἀπʼ Αἰγύπτου νομάδες εἰσὶ κρεοφάγοι τε καὶ γαλακτοπόται Λίβυες, καὶ θηλέων τε βοῶν οὔτι γευόμενοι, διότι περ οὐδὲ Αἰγύπτιοι, καὶ ὗς οὐ τρέφοντες.
因此,从埃及一直到特里托尼斯湖,利比亚人都是食肉饮乳的游牧民,他们绝不食用雌牛,这正是出于同埃及人相同的缘由,而且他们也不饲养猪。
§4.186.2βοῶν μέν νυν θηλέων οὐδʼ αἱ Κυρηναίων γυναῖκες δικαιοῦσι πατέεσθαι διὰ τὴν ἐν Αἰγύπτῳ Ἶσιν, ἀλλὰ καὶ νηστηίας αὐτῇ καὶ ὁρτὰς ἐπιτελέουσι.
现在,甚至连昔兰尼的妇女们也因埃及的伊西斯女神而不认为食用雌牛是正当的,反而为她举行禁食和节日祭典。
αἱ δὲ τῶν Βαρκαίων γυναῖκες οὐδὲ ὑῶν πρὸς τῇσι βουσὶ γεύονται.
而巴尔卡的妇女们除了牛之外,甚至连猪肉也不食用。