§4.175.1οὗτοι μὲν δὴ κατύπερθε οἰκέουσι Νασαμώνων·
这些人确实居住在纳萨莫内斯人的内陆。
τὸ δὲ παρὰ τὴν θάλασσαν ἔχονται τὸ πρὸς ἑσπέρης Μάκαι, οἳ λόφους κείρονται, τὸ μὲν μέσον τῶν τριχῶν ἀνιέντες αὔξεσθαι, τὰ δὲ ἔνθεν καὶ ἔνθεν κείροντες ἐν χροΐ, ἐς δὲ τὸν πόλεμον στρουθῶν καταγαίων δορὰς φορέουσι προβλήματα.
而在沿海往西的地区,紧邻着马克人,他们将头发剃成冠状,即让中间的头发留长,而将两边的头发贴皮剃光;在战争中,他们穿着鸵鸟皮作为防具。
§4.175.2διὰ δὲ αὐτῶν Κῖνυψ ποταμὸς ῥέων ἐκ λόφου καλευμένου Χαρίτων ἐς θάλασσαν ἐκδιδοῖ.
基尼普斯河穿过他们的土地,从一座被称为优美三女神的丘陵流出,汇入大海。
ὁ δὲ λόφος οὗτος ὁ Χαρίτων δασὺς ἴδῃσι ἐστί, ἐούσης τῆς ἄλλης τῆς προκαταλεχθείσης Λιβύης ψιλῆς· ἀπὸ θαλάσσης δὲ ἐς αὐτὸν στάδιοι διηκόσιοι εἰσί.
这座优美三女神之丘树木茂密,而之前提到的利比亚其他地方则是光秃秃的;从大海到这座丘陵的距离是两百斯塔德。