§4.175.1οὗτοι μὲν δὴ κατύπερθε οἰκέουσι Νασαμώνων· τὸ δὲ παρὰ τὴν θάλασσαν ἔχονται τὸ πρὸς ἑσπέρης Μάκαι, οἳ λόφους κείρονται, τὸ μὲν μέσον τῶν τριχῶν ἀνιέντες αὔξεσθαι, τὰ δὲ ἔνθεν καὶ ἔνθεν κείροντες ἐν χροΐ, ἐς δὲ τὸν πόλεμον στρουθῶν καταγαίων δορὰς φορέουσι προβλήματα.
These indeed dwell inland from the Nasamones; but along the sea, towards the west, the Macae border them. These people shave their hair into crests, letting the middle of their hair grow long, but shaving it close to the skin on either side; and for war they wear the skins of ostriches as shields.
§4.175.2διὰ δὲ αὐτῶν Κῖνυψ ποταμὸς ῥέων ἐκ λόφου καλευμένου Χαρίτων ἐς θάλασσαν ἐκδιδοῖ.
Through their territory flows the river Cinyps, which, running from a hill called the Hill of the Graces, empties into the sea.
ὁ δὲ λόφος οὗτος ὁ Χαρίτων δασὺς ἴδῃσι ἐστί, ἐούσης τῆς ἄλλης τῆς προκαταλεχθείσης Λιβύης ψιλῆς· ἀπὸ θαλάσσης δὲ ἐς αὐτὸν στάδιοι διηκόσιοι εἰσί.
This Hill of the Graces is thickly wooded, whereas all the rest of the aforementioned Libya is bare; and from the sea to this hill is a distance of two hundred stades.