§4.15.1ταῦτα μὲν αἱ πόλιες αὗται λέγουσι, τάδε δὲ οἶδα Μεταποντίνοισι τοῖσι ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσεράκοντα καὶ διηκοσίοισι, ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ τε καὶ Μεταποντίῳ εὕρισκον.
这些确是这两座城市所说的话,而以下则是据我在普罗孔涅索斯和梅塔蓬蒂翁两地相互核对所知,在阿里斯特阿斯第二次消失二百四十年后,发生在意大利梅塔蓬蒂翁人身上的事情。
§4.15.2Μεταποντῖνοι φασὶ αὐτὸν Ἀριστέην φανέντα σφι ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος ἱδρύσασθαι καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα πὰρʼ αὐτὸν ἱστάναι·
梅塔蓬蒂翁人说,阿里斯特阿斯本人显现在他们的土地上,命令他们建造一座阿波罗的祭坛,并在其旁立一座刻有普罗孔涅索斯的阿里斯特阿斯之名的雕像。
φάναι γὰρ σφι τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην, καὶ αὐτὸς οἱ ἕπεσθαι ὁ νῦν ἐὼν Ἀριστέης· τότε δὲ, ὅτε εἵπετο τῷ θεῷ, εἶναι κόραξ.
因为他告诉他们,阿波罗在意大利人中仅来到了他们的土地,而他自己,即现在的阿里斯特阿斯,当时正跟随着神;而且那时,当他跟随着神时,他是一只乌鸦。
§4.15.3καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι, σφέας δὲ Μεταποντῖνοι λέγουσι ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπειρωτᾶν ὃ τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη.
梅塔蓬蒂翁人说,他说了这些话后便消失了,于是他们派人去德尔斐询问神,那个人的幻影意味着什么。
τὴν δὲ Πυθίην σφέας κελεύειν πείθεσθαι τῷ φάσματι, πειθομένοισι δὲ ἄμεινον συνοίσεσθαι.
而皮提娅命令他们顺从这一幻影,并说若顺从便会对他们更为有利。
καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα.
他们接受了这一点,并将这些事情付诸实行。
§4.15.4καὶ νῦν ἔστηκε ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρʼ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος, πέριξ δὲ αὐτὸν δάφναι ἑστᾶσι· τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται.
如今,一座刻有阿里斯特阿斯之名的雕像正立在阿波罗神像本身的旁边,周围环绕着月桂树;而那座神像则设立在广场上。
Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω.
关于阿里斯特阿斯,就说到这里吧。