§4.14.1καὶ ὅθεν μὲν ἦν Ἀριστέης ὁ ταῦτα εἴπας, εἴρηκα, τὸν δὲ περὶ αὐτοῦ ἤκουον λόγον ἐν Προκοννήσῳ καί Κυζίκῳ, λέξω.
至于说出这些话的阿里斯特阿斯是何处之人,我已经说过,而我在普罗孔涅索斯和库齐科斯听到的关于他的传说,我将予以讲述。
Ἀριστέην γὰρ λέγουσι, ἐόντα τῶν ἀστῶν οὐδενὸς γένος ὑποδεέστερον, ἐσελθόντα ἐς κναφήιον ἐν Προκοννήσῳ ἀποθανεῖν, καὶ τόν κναφέα κατακληίσαντα τὸ ἐργαστήριον οἴχεσθαι ἀγγελέοντα τοῖσι προσήκουσι τῷ νεκρῷ.
人们说,阿里斯特阿斯本是出身不亚于任何市民的人,在普罗孔涅索斯进入一家漂洗坊后死去了;而漂洗匠锁上作坊,动身去向死者的亲属报信。
§4.14.2ἐσκεδασμένου δὲ ἤδη τοῦ λόγου ἀνὰ τὴν πόλιν ὡς τεθνεώς εἴη ὁ Ἀριστέης, ἐς ἀμφισβασίας τοῖσι λέγουσι ἀπικνέεσθαι ἄνδρα Κυζικηνὸν ἥκοντα ἐξ Ἀρτάκης πόλιος, φάντα συντυχεῖν τε οἱ ἰόντι ἐπὶ Κυζίκου καὶ ἐς λόγους ἀπικέσθαι.
当阿里斯特阿斯已死的传闻已在城中传开时,一个从阿尔塔克城来的库齐科斯人到了,并与那些传话的人发生争执,声称自己曾偶遇正前往库齐科斯的阿里斯特阿斯,并与他交谈。
καὶ τοῦτον μὲν ἐντεταμένως ἀμφισβατέειν, τοὺς δὲ προσήκοντας τῷ νεκρῷ ἐπὶ τὸ κναφήιον παρεῖναι ἔχοντας τὰ πρόσφορα ὡς ἀναιρησομένους·
当此人极力争辩时,死者的亲属带着收殓尸体所需的物品来到了漂洗坊。
§4.14.3ἀνοιχθέντος δὲ τοῦ οἰκήματος οὔτε τεθνεῶτα οὔτε ζῶντα φαίνεσθαι Ἀριστέην.
然而,当房间被打开时,却既看不见死去的、也看不见活着的阿里斯特阿斯。
μετὰ δὲ ἑβδόμῳ ἔτει φανέντα αὐτὸν ἐς Προκόννησον ποιῆσαι τὰ ἔπεα ταῦτα τὰ νῦν ὑπʼ Ἑλλήνων Ἀριμάσπεα καλέεται, ποιήσαντα δὲ ἀφανισθῆναι τὸ δεύτερον.
据说,到了第七年,他亲自在普罗孔涅索斯现身,写下了现在被希腊人称为《阿里马斯皮亚》的史诗,写完后便第二次消失了。