§4.15.1ταῦτα μὲν αἱ πόλιες αὗται λέγουσι, τάδε δὲ οἶδα Μεταποντίνοισι τοῖσι ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσεράκοντα καὶ διηκοσίοισι, ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ τε καὶ Μεταποντίῳ εὕρισκον.
These things indeed these cities say, but the following I know to have happened to the Metapontines in Italy two hundred and forty years after the second disappearance of Aristeas, as I found by comparing calculations in Proconnesus and Metapontium.
§4.15.2Μεταποντῖνοι φασὶ αὐτὸν Ἀριστέην φανέντα σφι ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος ἱδρύσασθαι καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα πὰρʼ αὐτὸν ἱστάναι· φάναι γὰρ σφι τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην, καὶ αὐτὸς οἱ ἕπεσθαι ὁ νῦν ἐὼν Ἀριστέης· τότε δὲ, ὅτε εἵπετο τῷ θεῷ, εἶναι κόραξ.
For the Metapontines say that Aristeas himself appeared in their country and ordered them to set up an altar to Apollo, and to stand beside it a statue bearing the name of Aristeas the Proconnesian; for he said to them that Apollo had come to their country alone of the Italiotes, and he himself, who was now Aristeas, followed him; and at that time, when he followed the god, he was a crow.
§4.15.3καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι, σφέας δὲ Μεταποντῖνοι λέγουσι ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπειρωτᾶν ὃ τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη.
And they say that he, having said these things, disappeared, and that the Metapontines, having sent to Delphi, asked the god what the apparition of the man might be.
τὴν δὲ Πυθίην σφέας κελεύειν πείθεσθαι τῷ φάσματι, πειθομένοισι δὲ ἄμεινον συνοίσεσθαι.
And the Pythia ordered them to obey the apparition, and that if they obeyed it would turn out better for them.
καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα.
And having accepted this, they carried these things out.
§4.15.4καὶ νῦν ἔστηκε ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρʼ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος, πέριξ δὲ αὐτὸν δάφναι ἑστᾶσι· τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται.
And now stands a statue bearing the name of Aristeas beside the very image of Apollo, and around it stand laurels; and the image is set up in the market-place.
Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω.
Now let so much have been said concerning Aristeas.