Humanitext Reader

希罗多德 · 历史 §3.82.1-3.82.5

大流士主张君主制为最善政体

第 486 段,共 1577 段 · 希腊语

内容简介

大流士反驳了兆比佐斯对寡头制的极力主张,并论证了由唯一最优秀者统治的君主制才是最完美的政体。他指出,寡头制和民主制内在的缺陷必然导致政权最终回归君主制,而正是君主制曾赋予了波斯人自由。

§3.82.1Μεγάβυζος μὲν δὴ ταύτην γνώμην ἐσέφερε· τρίτος δὲ Δαρεῖος ἀπεδείκνυτο γνώμην, λέγων ἐμοὶ δὲ τὰ μὲν εἶπε Μεγάβυζος ἐς τὸ πλῆθος ἔχοντα δοκέει ὀρθῶς λέξαι, τὰ δὲ ἐς ὀλιγαρχίην οὐκ ὀρθῶς.
兆比佐斯确实提出了这一意见;而第三个发表意见的是大流士,他是这样说的: “在我看来,兆比佐斯针对平民大众所说的话似乎说得对,但针对寡头政所说的话则不对。
τριῶν γὰρ προκειμένων καὶ πάντων τῷ λόγῳ ἀρίστων ἐόντων, δήμου τε ἀρίστου καὶ ὀλιγαρχίης καὶ μουνάρχου, πολλῷ τοῦτο προέχειν λέγω.
因为,当三个政体摆在我们面前,且在理论上都假设为最完美时——即最完善的平民政治、寡头政治和君主政治——我主张后者要优胜得多。
§3.82.2ἀνδρὸς γὰρ ἑνὸς τοῦ ἀρίστου οὐδὲν ἄμεινον ἂν φανείη· γνώμῃ γὰρ τοιαύτῃ χρεώμενος ἐπιτροπεύοι ἂν ἀμωμήτως τοῦ πλήθεος, σιγῷτό τε ἂν βουλεύματα ἐπὶ δυσμενέας ἄνδρας οὕτω μάλιστα.
因为没有什么能比一个最优秀的人的统治更为美好了;因为凭着这样的智慧,他能无可指责地管理民众,而针对敌人的计划也能以此种方式得到最好的保密。
§3.82.3ἐν δὲ ὀλιγαρχίῃ πολλοῖσι ἀρετὴν ἐπασκέουσι ἐς τὸ κοινὸν ἔχθεα ἴδια ἰσχυρὰ φιλέει ἐγγίνεσθαι· αὐτὸς γὰρ ἕκαστος βουλόμενος κορυφαῖος εἶναι γνώμῃσί τε νικᾶν ἐς ἔχθεα μεγάλα ἀλλήλοισι ἀπικνέονται, ἐξ ὧν στάσιες ἐγγίνονται, ἐκ δὲ τῶν στασίων φόνος· ἐκ δὲ τοῦ φόνου ἀπέβη ἐς μουναρχίην, καὶ ἐν τούτῳ διέδεξε ὅσῳ ἐστὶ τοῦτο ἄριστον.
但在寡头统治中,在许多为公家施展才能的人之间,往往会产生强烈的私人恩怨;因为每个人自己都渴望成为领袖,并在主张上胜过他人,于是他们彼此陷入巨大的仇恨,由此产生内讧,由内讧产生流血,由流血最终走向君主制;这正表明了君主制是多么的优秀。
§3.82.4δήμου τε αὖ ἄρχοντος ἀδύνατα μὴ οὐ κακότητα ἐγγίνεσθαι· κακότητος τοίνυν ἐγγινομένης ἐς τὰ κοινὰ ἔχθεα μὲν οὐκ ἐγγίνεται τοῖσι κακοῖσι, φιλίαι δὲ ἰσχυραί·
反之,在平民统治下,则不可能不产生腐败;在公理事务中,一旦产生了腐败,在恶人之间产生的不是敌意,而是牢固的党羽关系;因为那些危害公共利益的人是狼狈为奸地去干坏事的。
οἱ γὰρ κακοῦντες τὰ κοινὰ συγκύψαντες ποιεῦσι. τοῦτο δὲ τοιοῦτο γίνεται ἐς ὃ ἂν προστάς τις τοῦ δήμου τοὺς τοιούτους παύσῃ.
这种情况一直会持续下去,直到某个人挺身而出作为平民的领袖,制止了这班人。
ἐκ δὲ αὐτῶν θωμάζεται οὗτος δὴ ὑπὸ τοῦ δήμου, θωμαζόμενος δὲ ἀνʼ ὦν ἐφάνη μούναρχος ἐών, καὶ ἐν τούτῳ δηλοῖ καὶ οὗτος ὡς ἡ μουναρχίη κράτιστον.
为此,这人便受到平民的爱戴,而由于受到爱戴,他最终便以君主的面貌出现;在这件事上,此人也同样证明了君主政治是最强有力的。
§3.82.5ἑνὶ δὲ ἔπεϊ πάντα συλλαβόντα εἰπεῖν, κόθεν ἡμῖν ἡ ἐλευθερίη ἐγένετο καὶ τεῦ δόντος;
总而言之,我们得到的自由究竟是从哪里来的,又是谁赐予的?
κότερα παρὰ τοῦ δήμου ἢ ὀλιγαρχίης ἢ μουνάρχου;
是来自平民、来自寡头,还是来自君主?
ἔχω τοίνυν γνώμην ἡμέας ἐλευθερωθέντας διὰ ἕνα ἄνδρα τὸ τοιοῦτο περιστέλλειν, χωρίς τε τούτου πατρίους νόμους μὴ λύειν ἔχοντας εὖ·
因此,我的意见是,既然我们是通过一个人而获得自由的,我们就应当守护这种制度;而且除此之外,我们不要废除那些行之有效的祖宗法律,因为那样做并没有好处。
οὐ γὰρ ἄμεινον.

词汇与语法注释

  1. §3.82.1τριῶν γὰρ προκειμένων καὶ πάντων τῷ λόγῳ ἀρίστων ἐόντων — 属格绝对结构,但带有一种假设的语气:“如果三个政体摆在我们面前,且在理论上均被假设为最完美的。” τῷ λόγῳ(理论上)增强了这种假定性质。
  2. §3.82.4ἀδύνατα μὴ οὐ κακότητα ἐγγίνεσθαι — 非人称形容词的复数中性形式 ἀδύνατα(意义同单数 ἀδύνατον),后接 μὴ οὐ + 不定式结构。这是在含有否定意义的表达后常用的句式,构成强烈的双重否定,意为“不可能不产生腐败”(即必然产生腐败)。
  3. §3.82.5ἑνὶ δὲ ἔπεϊ πάντα συλλαβόντα εἰπεῖν — 独立(绝对)不定式用法,属于惯用的插入语,意为“一言以蔽之”或“总而言之”。分词 συλλαβόντα(宾格单数阳性)表明不定式的逻辑主语设定为一个泛指的人(即宾格的 τινά,“人们”)。
  4. §3.82.5τὸ τοιοῦτο περιστέλλειν — 代词短语 τὸ τοιοῦτο(“此类事物/状态”)承接前文“通过一个人获得自由”的表述,指代君主制。动词 περιστέλλω 意为“包围、保护、珍视或维持”。

引用这一段

希罗多德, 历史 §3.82.1-3.82.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.82.1-3.82.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。