§3.81.1Ὀτάνης μὲν δὴ ταύτην γνώμην ἐσέφερε· Μεγάβυζος δὲ ὀλιγαρχίῃ ἐκέλευε ἐπιτρέπειν, λέγων τάδε. τὰ μὲν Ὀτάνης εἶπε τυραννίδα παύων, λελέχθω κἀμοὶ ταῦτα, τὰ δʼ ἐς τὸ πλῆθος ἄνωγε φέρειν τὸ κράτος, γνώμης τῆς ἀρίστης ἡμάρτηκε·
奥塔涅斯确实提出了这一意见;而兆比佐斯则主张将政权交给寡头制,他是这样说的:“奥塔涅斯为了废除僭主制而说的话,且当作我也说过同样的话;但至于他极力主张将权力交给平民大众,他则完全违背了最妥当的判断。
ὁμίλου γὰρ ἀχρηίου οὐδέν ἐστι ἀξυνετώτερον οὐδὲ ὑβριστότερον.
因为没有什么比无用之流更愚昧、更狂妄的了。
§3.81.2καίτοι τυράννου ὕβριν φεύγοντας ἄνδρας ἐς δήμου ἀκολάστου ὕβριν πεσεῖν ἐστὶ οὐδαμῶς ἀνασχετόν.
况且,逃避僭主的狂妄而落入放荡不羁的平民的狂妄,这无论如何是无法忍受的。
ὃ μὲν γὰρ εἴ τι ποιέει, γινώσκων ποιέει, τῷ δὲ οὐδὲ γινώσκειν ἔνι·
因为前者即使做某事,也是明白着做的;而后者甚至连明白道理都办不到。
κῶς γὰρ ἂν γινώσκοι ὃς οὔτʼ ἐδιδάχθη οὔτε εἶδε καλὸν οὐδὲν οἰκήιον,ὠθέει τε ἐμπεσὼν τὰ πρήγματα ἄνευ νόου, χειμάρρῳ ποταμῷ εἴκελος;
因为一个既没有受过教育、又没有亲眼见过任何自身美好事物的人,又怎么可能明白道理呢? 他在毫无理智的情况下,犹如冬日的急流一般盲目闯入并冲击国家事务。
§3.81.3δήμῳ μέν νυν, οἳ Πέρσῃσι κακὸν νοέουσι, οὗτοι χράσθων, ἡμεῖς δὲ ἀνδρῶν τῶν ἀρίστων ἐπιλέξαντες ὁμιλίην τούτοισι περιθέωμεν τὸ κράτος· ἐν γὰρ δὴ τούτοισι καὶ αὐτοὶ ἐνεσόμεθα· ἀρίστων δὲ ἀνδρῶν οἰκὸς ἄριστα βουλεύματα γίνεσθαι.
因此,让那些对波斯人怀有恶意的人去采用平民政治吧;但我们应该选拔出一批最优秀的人组成一个集团,把政权交给他们;因为在这些人之中,我们也必在列;而由最优秀的人做出最优秀的决策,这也是理所当然的。 ”