Humanitext Reader

希罗多德 · 历史 §3.83.1-3.83.3

君主制的确定与奥塔涅斯退出竞争

第 487 段,共 1577 段 · 希腊语

内容简介

在对三种政体进行讨论后,多数人支持大流士提出的君主制方案,而提倡民主制的奥塔涅斯则以保证自身及后代的自由为条件,宣布退出王位竞争。

§3.83.1γνῶμαι μὲν δὴ τρεῖς αὗται προεκέατο, οἱ δὲ τέσσερες τῶν ἑπτὰ ἀνδρῶν προσέθεντο ταύτῃ.
这三种意见已被提出,七人中的四人赞同了这一种意见。
ὡς δὲ ἑσσώθη τῇ γνώμῃ ὁ Ὀτάνης Πέρσῃσι ἰσονομίην σπεύδων ποιῆσαι, ἔλεξε ἐς μέσον αὐτοῖσι τάδε. §3.83.2ἄνδρες στασιῶται, δῆλα γὰρ δὴ ὅτι δεῖ ἕνα γε τινὰ ἡμέων βασιλέα γενέσθαι, ἤτοι κλήρῳ γε λαχόντα, ἢ ἐπιτρεψάντων τῷ Περσέων πλήθεϊ τὸν ἂν ἐκεῖνο ἕληται, ἢ ἄλλῃ τινὶ μηχανῇ.
旨在为波斯人建立法律平等制度的奥塔涅斯,在自己的意见被否决后,向他们众人说出了这样的话: “盟友们,显而易见,我们中必须有一个人成为国王,或是通过抽签决定,或是交由波斯民众让他们选举自己想要的人,亦或是通过其他什么手段。
ἐγὼ μέν νυν ὑμῖν οὐκ ἐναγωνιεῦμαι· οὔτε γὰρ ἄρχειν οὔτε ἄρχεσθαι ἐθέλω·
因此,我现在不与你们竞争;因为我既不想统治,也不想被统治。
ἐπὶ τούτῳ δὲ ὑπεξίσταμαι τῆς ἀρχῆς, ἐπʼ ᾧ τε ὑπʼ οὐδενὸς ὑμέων ἄρξομαι, οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ ἀπʼ ἐμεῦ αἰεὶ γινόμενοι.
我以此为条件退出对统治权的竞争,即:我绝不接受你们任何人的统治,无论是对我自己,还是我以后代代相传的子孙。
§3.83.3τούτου εἴπαντος ταῦτα ὡς συνεχώρεον οἱ ἓξ ἐπὶ τούτοισι, οὗτος μὲν δή σφι οὐκ ἐνηγωνίζετο ἀλλʼ ἐκ μέσου κατῆστο, καὶ νῦν αὕτη ἡ οἰκίη διατελέει μούνη ἐλευθέρη ἐοῦσα Περσέων καὶ ἄρχεται τοσαῦτα ὅσα αὐτὴ θέλει, νόμους οὐκ ὑπερβαίνουσα τοὺς Περσέων.
” 当他说完这些,其余六人同意了这些条件,他便没有与他们竞争,而是退出了众人之中。 直到现在,这个家族仍然是波斯人中唯一保持自由的家族,并且只在自己愿意的限度内接受统治,只要不违反波斯人的法律。

词汇与语法注释

  1. 3.83.2ἐπιτρεψάντων — 独立属格(genitive absolute)的现在分词,其逻辑主语(“我们”或“人们”)在语境中被省略。
  2. 3.83.2ἐπʼ ᾧ τε — 表示条件或限制的连词短语,意为“以……为条件”,此处接将来直说语气动词 ἄρξομαι。
  3. 3.83.3διατελέει μούνη ἐλευθέρη ἐοῦσα — 助动词 διατελέει 与现在分词 ἐοῦσα 连用,表示某种状态的持续,意为“持续保持自由”。
  4. 3.83.3ἄρχεται — 动词 ἄρχω 的被动语态,意为“接受统治”或“被支配”,与后面的关系从句连用表示“仅在自身愿意的限度内接受统治”。

引用这一段

希罗多德, 历史 §3.83.1-3.83.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.83.1-3.83.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。