Humanitext Reader

希罗多德 · 历史 §3.3.1-3.3.3

母亲的叹息与幼年冈比西斯的誓言

第 407 段,共 1577 段 · 希腊语

内容简介

讲述了一个作者认为不可信的逸事:卡珊达涅叹息自己比那埃及女人更受居鲁士冷落,年幼的儿子冈比西斯听后立誓,长大后定要把埃及翻个底朝天。

§3.3.1καὶ ταῦτα μὲν ὧδε ἔχει.
关于这些事情,情况确实就是这样。
λέγεται δὲ καὶ ὅδε λόγος, ἐμοὶ μὲν οὐ πιθανός, ὡς τῶν Περσίδων γυναικῶν ἐσελθοῦσά τις παρὰ τὰς Κύρου γυναῖκας, ὡς εἶδε τῇ Κασσανδάνῃ παρεστεῶτα τέκνα εὐειδέα τε καὶ μεγάλα, πολλῷ ἐχρᾶτο τῷ ἐπαίνῳ ὑπερθωμάζουσα, ἡ δὲ Κασσανδάνη ἐοῦσα τοῦ Κύρου γυνὴ εἶπε τάδε· §3.3.2τοιῶνδε μέντοι ἐμὲ παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει, τὴν δὲ ἀπʼ Αἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται.
不过也有另外一种传说,虽然在我看来是不可信的:据说有一位波斯妇女走进了居鲁士的妻子们那里,当她看到站在卡珊达涅身边的孩子们既俊美又高大时,便极口称赞,赞叹不已;而作为居鲁士之妻的卡珊达涅则这样说道: “然而,尽管我是这些孩子的母亲,居鲁士却轻视我,反而看重那个从埃及娶来的便宜女人。
τὴν μὲν ἀχθομένην τῇ Νιτήτι εἰπεῖν ταῦτα, τῶν δέ οἱ παίδων τὸν πρεσβύτερον εἰπεῖν Καμβύσεα· §3.3.3τοιγάρ τοι ὦ μῆτερ, ἐπεὰν ἐγὼ γένωμαι ἀνήρ, Αἰγύπτου τὰ μὲν ἄνω κάτω θήσω, τὰ δὲ κάτω ἄνω.
” 据说她是因为对尼提蒂斯怀恨在心才说出这番话的,而她的孩子们中较年长的冈比西斯则说道: “正因如此,母亲啊,等我长大成人,我一定要把埃及翻个底朝天,把上面的变到下面,把下面的变到上面。
ταῦτα εἰπεῖν αὐτὸν ἔτεα ὡς δέκα κου γεγονότα, καὶ τὰς γυναῖκας ἐν θώματι γενέσθαι·
” 据说他说这话时大约才十岁,女人们听了都惊讶不已。
τὸν δὲ διαμνημονεύοντα οὕτω δή, ἐπείτε ἀνδρώθη καὶ ἔσχε τὴν βασιληίην, ποιήσασθαι τὴν ἐπʼ Αἴγυπτον στρατηίην.
而他一直牢记着这句话,因此,当他长大成人并继承了王位时,便发动了对埃及的远征。

词汇与语法注释

  1. 3.3.1ὡς τῶν Περσίδων γυναικῶν ἐσελθοῦσά τις ... ἡ δὲ Κασσανδάνη ... εἶπε τάδε — 从句(ὡς...)中开始的叙述,在主句(ἡ δὲ...)中却使用了直陈式动词(εἶπε)而不是不定式(εἰπεῖν),从而产生了语法上的破格(Anacoluthon)。这是从 λέγεται 所引导的间接叙述暂时转向了直接叙述的缘故。
  2. 3.3.2τὴν μὲν ἀχθομένην τῇ Νιτήτι εἰπεῖν ταῦτα — 叙述在上一句的直陈式后,再次回到了表示传闻的“对格与不定式”结构(主语:τὴν μὲν,不定式:εἰπεῖν)。现在分词 ἀχθομένην 表示原因(“因为对尼提蒂斯感到气愤”)。
  3. 3.3.3Αἰγύπτου — 属格名词。既可理解为修饰 θήσω 的宾语 τὰ μὲν ἄνω κάτω... 的属格(“埃及的[上与下]”),也可理解为表示地点的属格(“在埃及”)。

引用这一段

希罗多德, 历史 §3.3.1-3.3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.3.1-3.3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。