§3.4.1συνήνεικε δὲ καὶ ἄλλο τι τοιόνδε πρῆγμα γενέσθαι ἐς τὴν ἐπιστράτευσιν ταύτην.
关于这次远征,还发生了另外一件这样的事。
ἦν τῶν ἐπικούρων Ἀμάσιος ἀνὴρ γένος μὲν Ἁλικαρνησσεύς, οὔνομα δέ οἱ Φάνης, καὶ γνώμην ἱκανὸς καὶ τὰ πολεμικὰ ἄλκιμος.
在阿玛西斯的雇佣军中,有一个哈利卡尔那索斯人,名叫法涅斯,他足智多谋,在军事上英勇无畏。
§3.4.2οὗτος ὁ Φάνης μεμφόμενός κού τι Ἀμάσι ἐκδιδρήσκει πλοίῳ ἐξ Αἰγύπτου, βουλόμενος Καμβύσῃ ἐλθεῖν ἐς λόγους.
这个法涅斯因为对阿玛西斯怀有某种不满,便乘船逃离了埃及,希望去与冈比西斯面谈。
οἷα δὲ ἐόντα αὐτὸν ἐν τοῖσι ἐπικούροισι λόγου οὐ σμικροῦ ἐπιστάμενόν τε τὰ περὶ Αἴγυπτον ἀτρεκέστατα, μεταδιώκει ὁ Ἄμασις σπουδὴν ποιεύμενος ἑλεῖν, μεταδιώκει δὲ τῶν εὐνούχων τὸν πιστότατον ἀποστείλας τριήρεϊ κατʼ αὐτόν, ὃς αἱρέει μιν ἐν Λυκίῃ, ἑλὼν δὲ οὐκ ἀνήγαγε ἐς Αἴγυπτον· σοφίῃ γάρ μιν περιῆλθε ὁ Φάνης·
由于他在雇佣军中是个举足轻重的人物,且对埃及的事务了如指掌,阿玛西斯便极力追捕他;阿玛西斯派出自己最信任的一个太监,乘着三列桨战船去追赶他。 这个太监在吕基亚抓获了他,但抓获之后却没能把他带回埃及,因为法涅斯用计谋战胜了他。
§3.4.3καταμεθύσας γὰρ τοὺς φυλάκους ἀπαλλάσσετο ἐς Πέρσας.
因为法涅斯灌醉了守卫,逃往了波斯人那里。
ὁρμημένῳ δὲ στρατεύεσθαι Καμβύσῃ ἐπʼ Αἴγυπτον καὶ ἀπορέοντι τὴν ἔλασιν, ὅκως τὴν ἄνυδρον διεκπερᾷ, ἐπελθὼν φράζει μὲν καὶ τὰ ἄλλα τὰ Ἀμάσιος πρήγματα, ἐξηγέεται δὲ καὶ τὴν ἔλασιν, ὧδε παραινέων, πέμψαντα παρὰ τὸν Ἀραβίων βασιλέα δέεσθαι τὴν διέξοδόν οἱ ἀσφαλέα παρασχεῖν.
当时冈比西斯正急于对埃及用兵,却在行军问题上犯了难,不知该如何通过那片无水之地;法涅斯便前去见他,不仅向他透露了阿玛西斯的其他情况,还为他指明了行军路线,并提出如下建议:应当派遣使者去见阿拉伯人的国王,请求他为自己提供一条安全的通道。