Humanitext Reader

希罗多德 · 历史 §3.145.1-3.145.3

哈里劳斯提议袭击波斯驻军

第 549 段,共 1577 段 · 希腊语

内容简介

迈安德里乌斯被囚禁的弟弟哈里劳斯温恿哥哥袭击安详驻扎的波斯人,并提出由自己率领雇佣兵进行报复。

§3.145.1Μαιανδρίῳ δὲ τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος, τῷ οὔνομα ἦν Χαρίλεως·
僭主迈安德里乌斯有一个有些疯癫的弟弟,名叫哈里劳斯。
οὗτος ὅ τι δὴ ἐξαμαρτὼν ἐν γοργύρῃ ἐδέδετο, καὶ δὴ τότε ἐπακούσας τε τὰ πρησσόμενα καὶ διακύψας διὰ τῆς γοργύρης, ὡς εἶδε τοὺς Πέρσας εἰρηναίως κατημένους, ἐβόα τε καὶ ἔφη λέγων Μαιανδρίῳ θέλειν ἐλθεῖν ἐς λόγους.
此人因犯了某种罪行而被关押在地下室里;当时他听到了正在发生的事情,并从地下室里探头张望,当看到波斯人正安详地坐着时,便大声喊叫,说想与迈安德里乌斯交谈。
§3.145.2ἐπακούσας δὲ ὁ Μαιάνδριος λύσαντας αὐτὸν ἐκέλευε ἄγειν παρʼ ἑωυτόν·
迈安德里乌斯听见后,便命令人释放他并带到自己面前。
ὡς δὲ ἄχθη τάχιστα, λοιδορέων τε καὶ κακίζων μιν ἀνέπειθε ἐπιθέσθαι τοῖσι Πέρσῃσι, λέγων τοιάδε. ἐμὲ μέν, ὦ κάκιστε ἀνδρῶν, ἐόντα σεωυτοῦ ἀδελφεὸν καὶ ἀδικήσαντα οὐδὲν ἄξιον δεσμοῦ δήσας γοργύρης ἠξίωσας· ὁρέων δὲ τοὺς Πέρσας ἐκβάλλοντάς τέ σε καὶ ἄνοικον ποιέοντας οὐ τολμᾷς τίσασθαι, οὕτω δή τι ἐόντας εὐπετέας χειρωθῆναι.
他一被带到,哈里劳斯便对他又骂又责,企图说服他去袭击波斯人,并说道: “你这最卑劣的人,我是你的亲兄弟,并没有犯过任何该受监禁的罪,你却把我绑起来,认为我只配关在地下室里;但是,当你看到波斯人要把你驱逐出去、让你无家可归时,你却不敢进行报复,尽管他们是如此容易被制服。
§3.145.3ἀλλʼ εἴ τοι σὺ σφέας καταρρώδηκας, ἐμοὶ δὸς τοὺς ἐπικούρους, καί σφεας ἐγὼ τιμωρήσομαι τῆς ἐνθάδε ἀπίξιος· αὐτὸν δέ σε ἐκπέμψαι ἐκ τῆς νήσου ἕτοιμος εἰμί.
但是,如果你真的惧怕他们,就把雇佣兵交给我,我会为他们来到这里而惩罚他们;至于你本人,我随时准备把你安全地送出这个岛。 ”

词汇与语法注释

  1. 3.145.1ὅ τι δὴ ἐξαμαρτὼν — ὅ τι δὴ 由不定关系代词 ὅστις 加上强调小词 δή 构成,意为“不论犯了什么罪”。分词 ἐξαμαρτὼν 作原因状语。
  2. 3.145.2ἀνέπειθε — 直陈式未完成过去时。在此处表示“试图说服”(尝试未完成过去时),暗示说服并未最终成功。
  3. 3.145.2χειρωθῆναι — 被动语态不定式。用作说明性不定式(epexegetical),修饰和限制形容词 εὐπετέας(εὐπετής“容易的”的宾格复数,修饰与 τοὺς Πέρσας 一致的 ἐόντας),意为“易于被制服的”。

引用这一段

希罗多德, 历史 §3.145.1-3.145.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.145.1-3.145.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。