§3.145.1Μαιανδρίῳ δὲ τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος, τῷ οὔνομα ἦν Χαρίλεως·
Now Maeandrius the tyrant had a brother who was somewhat mad, whose name was Charilaus.
οὗτος ὅ τι δὴ ἐξαμαρτὼν ἐν γοργύρῃ ἐδέδετο, καὶ δὴ τότε ἐπακούσας τε τὰ πρησσόμενα καὶ διακύψας διὰ τῆς γοργύρης, ὡς εἶδε τοὺς Πέρσας εἰρηναίως κατημένους, ἐβόα τε καὶ ἔφη λέγων Μαιανδρίῳ θέλειν ἐλθεῖν ἐς λόγους.
This man, having committed some offense or other, had been bound in a dungeon; and just then, having heard what was being done and having peered out through the dungeon, when he saw the Persians sitting peacefully, he cried out and said that he wished to speak with Maeandrius.
§3.145.2ἐπακούσας δὲ ὁ Μαιάνδριος λύσαντας αὐτὸν ἐκέλευε ἄγειν παρʼ ἑωυτόν· ὡς δὲ ἄχθη τάχιστα, λοιδορέων τε καὶ κακίζων μιν ἀνέπειθε ἐπιθέσθαι τοῖσι Πέρσῃσι, λέγων τοιάδε.
Hearing this, Maeandrius ordered them to release him and bring him before him.
ἐμὲ μέν, ὦ κάκιστε ἀνδρῶν, ἐόντα σεωυτοῦ ἀδελφεὸν καὶ ἀδικήσαντα οὐδὲν ἄξιον δεσμοῦ δήσας γοργύρης ἠξίωσας· ὁρέων δὲ τοὺς Πέρσας ἐκβάλλοντάς τέ σε καὶ ἄνοικον ποιέοντας οὐ τολμᾷς τίσασθαι, οὕτω δή τι ἐόντας εὐπετέας χειρωθῆναι.
As soon as he was brought, Charilaus, railing at him and calling him a coward, tried to persuade him to attack the Persians, saying as follows: "O most cowardly of men, though I am your own brother and have done nothing worthy of chains, you bound me and thought me fit for a dungeon; but when you see the Persians casting you out and making you homeless, you do not dare to take vengeance, though they are so very easy to be subdued.
§3.145.3ἀλλʼ εἴ τοι σὺ σφέας καταρρώδηκας, ἐμοὶ δὸς τοὺς ἐπικούρους, καί σφεας ἐγὼ τιμωρήσομαι τῆς ἐνθάδε ἀπίξιος· αὐτὸν δέ σε ἐκπέμψαι ἐκ τῆς νήσου ἕτοιμος εἰμί.
But if you are terrified of them, give me the mercenaries, and I will punish them for their coming here; and as for yourself, I am ready to send you safely away from the island."