§3.145.1Μαιανδρίῳ δὲ τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος, τῷ οὔνομα ἦν Χαρίλεως·
さて、僭主マイアンドリオスには、少し頭の変なカリレオスという名の弟がいた。
οὗτος ὅ τι δὴ ἐξαμαρτὼν ἐν γοργύρῃ ἐδέδετο, καὶ δὴ τότε ἐπακούσας τε τὰ πρησσόμενα καὶ διακύψας διὰ τῆς γοργύρης, ὡς εἶδε τοὺς Πέρσας εἰρηναίως κατημένους, ἐβόα τε καὶ ἔφη λέγων Μαιανδρίῳ θέλειν ἐλθεῖν ἐς λόγους.
この男は、何か罪を犯したために地下牢に監禁されていたが、まさにその時、事の成り行きを耳にし、また地下牢から覗き見て、ペルシア人たちが平穏に腰を下ろしているのを目にすると、大声を上げて、マイアンドリオスと話をしたいと言い出した。
§3.145.2ἐπακούσας δὲ ὁ Μαιάνδριος λύσαντας αὐτὸν ἐκέλευε ἄγειν παρʼ ἑωυτόν·
これを聞いたマイアンドリオスは、彼を釈放して自分の前に連れてくるように命じた。
ὡς δὲ ἄχθη τάχιστα, λοιδορέων τε καὶ κακίζων μιν ἀνέπειθε ἐπιθέσθαι τοῖσι Πέρσῃσι, λέγων τοιάδε.
彼が連れてこられるやいなや、カリレオスは彼を罵り、腰抜け呼ばわりして、ペルシア人に襲いかかるよう説得を試み、次のように言った。
ἐμὲ μέν, ὦ κάκιστε ἀνδρῶν, ἐόντα σεωυτοῦ ἀδελφεὸν καὶ ἀδικήσαντα οὐδὲν ἄξιον δεσμοῦ δήσας γοργύρης ἠξίωσας·
「この最も卑劣な男よ、お前の弟であり、縛られるほどの罪など何も犯していない私を、お前は縛って地下牢に入れるに値する者とした。
ὁρέων δὲ τοὺς Πέρσας ἐκβάλλοντάς τέ σε καὶ ἄνοικον ποιέοντας οὐ τολμᾷς τίσασθαι, οὕτω δή τι ἐόντας εὐπετέας χειρωθῆναι.
しかし、ペルシア人たちがお前を追放し、家を失わせようとしているのを見ながら、お前は復讐しようとしない。 彼らはこれほど容易に打ち倒せる者たちであるというのに。
§3.145.3ἀλλʼ εἴ τοι σὺ σφέας καταρρώδηκας, ἐμοὶ δὸς τοὺς ἐπικούρους, καί σφεας ἐγὼ τιμωρήσομαι τῆς ἐνθάδε ἀπίξιος·
だが、もしお前が彼らを恐れているのなら、私に傭兵たちを引き渡すがよい。 私が彼らのここへの到来に対して復讐してやろう。
αὐτὸν δέ σε ἐκπέμψαι ἐκ τῆς νήσου ἕτοιμος εἰμί.
そして、お前自身をこの島から安全に退去させる用意が、私にはある。 」