Humanitext Reader

希罗多德 · 历史 §3.146.1-3.146.4

迈安德里乌斯的逃脱与哈里劳斯的奇袭

第 550 段,共 1577 段 · 希腊语

内容简介

迈安德里乌斯因嫉妒西洛松而不愿让他得到完好无损的萨摩斯,于是利用秘密通道逃走,同时让哈里劳斯率领雇佣兵奇袭毫无防备的波斯人,但最终雇佣兵在波斯军队的反击下被逼回卫城。

§3.146.1ταῦτα δὲ ἔλεξε ὁ Χαρίλεως· Μαιάνδριος δὲ ὑπέλαβε τὸν λόγον, ὡς μὲν ἐγὼ δοκέω, οὐκ ἐς τοῦτο ἀφροσύνης ἀπικόμενος ὡς δόξαι τὴν ἑωυτοῦ δύναμιν περιέσεσθαι τῆς βασιλέος, ἀλλὰ φθονήσας μᾶλλον Συλοσῶντι εἰ ἀπονητὶ ἔμελλε ἀπολάμψεσθαι ἀκέραιον τὴν πόλιν.
哈里劳斯说了这些话;而迈安德里乌斯采纳了这一提议,依我之见,并不是因为他愚蠢到了认为自己的力量能够战胜国王的程度,而是因为他嫉妒西洛松,不愿看到西洛松不费吹灰之力就收回一座完好无损的城市。
§3.146.2ἐρεθίσας ὦν τοὺς Πέρσας ἤθελε ὡς ἀσθενέστατα ποιῆσαι τὰ Σάμια πρήγματα καὶ οὕτω παραδιδόναι, εὖ ἐξεπιστάμενος ὡς παθόντες οἱ Πέρσαι κακῶς προσεμπικρανέεσθαι ἔμελλον τοῖσι Σαμίοισι, εἰδώς τε ἑωυτῷ ἀσφαλέα ἔκδυσιν ἐοῦσαν ἐκ τῆς νήσου τότε ἐπεὰν αὐτὸς βούληται·
因此,他希望通过激怒波斯人,使萨摩斯的力量尽最大可能削弱,然后再将其交出,因为他十分清楚,波斯人一旦遭受损失,必将对萨摩斯人更加怀恨在心,同时也知道,只要他自己愿意,随时都有安全逃离该岛的退路。
ἐπεποίητο γάρ οἱ κρυπτὴ διῶρυξ ἐκ τῆς ἀκροπόλιος φέρουσα ἐπὶ θάλασσαν.
因为已经有人为他修建了一条从卫城通往海边的秘密通道。
§3.146.3αὐτὸς μὲν δὴ ὁ Μαιάνδριος ἐκπλέει ἐκ τῆς Σάμου· τοὺς δʼ ἐπικούρους πάντας ὁπλίσας ὁ Χαρίλεως, καὶ ἀναπετάσας τὰς πύλας, ἐξῆκε ἐπὶ τοὺς Πέρσας οὔτε προσδεκομένους τοιοῦτο οὐδὲν δοκέοντάς τε δὴ πάντα συμβεβάναι.
于是,迈安德里乌斯本人乘船离开了萨摩斯;而哈里劳斯武装了所有的雇佣兵,大开城门,将他们放出去袭击波斯人。 波斯人对此毫无防备,确信一切都已经达成了协议。
ἐμπεσόντες δὲ οἱ ἐπίκουροι τῶν Περσέων τοὺς διφροφορευμένους τε καὶ λόγου πλείστου ἐόντας ἔκτεινον.
雇佣兵们冲上前去,杀死了波斯人中坐轿子和地位最高的人。
§3.146.4καὶ οὗτοι μὲν ταῦτα ἐποίευν, ἡ δὲ ἄλλη στρατιὴ ἡ Περσικὴ ἐπεβοήθεε· πιεζεύμενοι δὲ οἱ ἐπίκουροι ὀπίσω κατειλήθησαν ἐς τὴν ἀκρόπολιν.
当这些人做着这些事时,其余的波斯军队前来增援;雇佣兵们受到压制,被逼退回了卫城。

词汇与语法注释

  1. §3.146.1τῆς βασιλέος — 意为“国王的(力量)”,表示比较的属格。此处是将前文的 `τὴν ἑωυτοῦ δύναμιν`(他自己的力量)与国王的力量进行比较,但省略了对应的名词(`δυνάμιος`),仅用所有者 `τῆς βασιλέος`(国王的)来表示,构成了“简缩比较(comparatio compendiaria)”。
  2. §3.146.1εἰ ἀπονητὶ ἔμελλε — 在表示情感的分词 `φθονήσας`(嫉妒)之后引导的 `εἰ` 从句,并不表示假设(如果……),而是引出嫉妒的对象,即事实或预期(“他将要……”)。
  3. §3.146.3πάντα συμβεβάναι — 作为 `δοκέοντάς`(认为)宾语的“对格加不定式”结构。`συμβεβάναι` 是不及物动词 `συμβαίνω` 的完成活性不定式,表示“(谈判等)一切均已达成协议、已成定局”的完成状态。

引用这一段

希罗多德, 历史 §3.146.1-3.146.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.146.1-3.146.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。