§3.130.1σταθέντα δὲ ἐς μέσον εἰρώτα ὁ Δαρεῖος τὴν τέχνην εἰ ἐπίσταιτο·
当他被带到大厅中央时,大流士问他是否懂得医术。
ὁ δὲ οὐκ ὑπεδέκετο, ἀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τὸ παράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος·
但他不愿承认,因为他担心一旦暴露了自己的身份,就会彻底失去回到希腊的机会。
§3.130.2κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος, καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν ἐς τὸ μέσον.
但在大流士看来,他显然在故意推诿,于是便命令带他来的人将鞭子和刺棒拿到大厅中央。
ὁ δὲ ἐνθαῦτα δὴ ὦν ἐκφαίνει, φὰς ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι, ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην.
此时,他才终于道出实情,说自己虽然没有精确地掌握这门手艺,但曾与一位医生相处过,因而粗通医术。
§3.130.3μετὰ δέ, ὥς οἱ ἐπέτρεψε, Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἤπια μετὰ τὰ ἰσχυρὰ προσάγων ὕπνου τέ μιν λαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ἀπέδεξε, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι.
随后,大流士将自己托付给他。 他采用希腊式的疗法,在先前猛烈的手段之后施以温和的治疗,使大流士得以入睡,并在极短的时间内使他恢复了健康,而此前大流士已经完全不指望自己的脚还能痊愈了。
§3.130.4δωρέεται δή μιν μετὰ ταῦτα ὁ Δαρεῖος πεδέων χρυσέων δύο ζεύγεσι·
此后,大流士赏赐给他两副金镣铐。
ὁ δέ μιν ἐπείρετο εἴ οἱ διπλήσιον τὸ κακὸν ἐπίτηδες νέμει, ὅτι μιν ὑγιέα ἐποίησε.
德莫凯德斯便问大流士,是否因为自己治好了他,所以故意赐予他双重的灾祸。
ἡσθεὶς δὲ τῷ ἔπεϊ ὁ Δαρεῖος ἀποπέμπει μιν παρὰ τὰς ἑωυτοῦ γυναῖκας·
大流士对这句话感到十分高兴,便将他送到了自己的妻子们那里。
παράγοντες δὲ οἱ εὐνοῦχοι ἔλεγον πρὸς τὰς γυναῖκας ὡς βασιλέι οὗτος εἴη ὃς τὴν ψυχὴν ἀπέδωκε.
领路的太监们对夫人们说:“这就是为国王救回性命的人。
§3.130.5ὑποτύπτουσα δὲ αὐτέων ἑκάστη φιάλῃ τοῦ χρυσοῦ ἐς θήκην ἐδωρέετο Δημοκήδεα οὕτω δή τι δαψιλέι δωρεῇ ὡς τοὺς ἀποπίπτοντας ἀπὸ τῶν φιαλέων στατῆρας ἑπόμενος ὁ οἰκέτης, τῷ οὔνομα ἦν Σκίτων, ἀνελέγετο καί οἱ χρῆμα πολλόν τι χρυσοῦ συνελέχθη.
” 于是,夫人们每人都用金杯从箱子里舀出黄金,赏赐给德莫凯德斯。 这份赏赐是如此丰厚,以至于跟在大流士后面的那个名叫斯基同的仆人,把从杯子里掉落出来的斯塔特金币都一一捡了起来,从而为他积聚了极其可观的一笔财富。