§3.129.1ἀπικομένων δὲ καὶ ἀνακομισθέντων τῶν Ὀροίτεω χρημάτων ἐς τὰ Σοῦσα, συνήνεικε χρόνῳ οὐ πολλῷ ὕστερον βασιλέα Δαρεῖον ἐν ἄγρῃ θηρῶν ἀποθρώσκοντα ἀπʼ ἵππου στραφῆναι τὸν πόδα.
在奥罗伊特斯的财产运抵并送达苏萨之后,不久便发生了一件事:大流士国王在狩猎野兽时从马上跳下,扭伤了脚。
§3.129.2καί κως ἰσχυροτέρως ἐστράφη· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησε ἐκ τῶν ἄρθρων.
而且扭伤得相当严重,因为他的踝骨脱出了关节。
νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν Αἰγυπτίων τοὺς δοκέοντας εἶναι πρώτους τὴν ἰητρικήν, τούτοισι ἐχρᾶτο.
大流士此前一直认为自己身边留用着被视为医术第一等埃及人,于是便任用他们。
οἳ δὲ στρεβλοῦντες καὶ βιώμενοι τὸν πόδα κακὸν μέζον ἐργάζοντο.
然而,他们通过扭动和强力拉扯他的脚,反而使病情更加恶化。
§3.129.3ἐπʼ ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ἑπτὰ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ ὁ Δαρεῖος ἀγρυπνίῃσι εἴχετο·
整整七天七夜,大流士因眼前的病痛而深受失眠之苦。
τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως, παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ·
到了第八天,在他的身体状况极其糟糕时,有人曾先前在萨尔迪斯偶然听闻过克罗同人德莫凯德斯的医术,便向大流士禀报。
ὁ δὲ ἄγειν μιν τὴν ταχίστην παρʼ ἑωυτὸν ἐκέλευσε·
大流士随即下令以最快的速度将他带到自己面前。
τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσι Ὀροίτεω ἀνδραπόδοισι ὅκου δὴ ἀπημελημένον, παρῆγον ἐς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεσι ἐσθημένον.
当人们在奥罗伊特斯的奴隶中找到了被遗忘在某处的他时,便将他带到了大厅中央,当时他正拖着镣铐,身穿破烂的衣服。