§3.131.1ὁ δὲ Δημοκήδης οὗτος ὧδε ἐκ Κρότωνος ἀπιγμένος Πολυκράτεϊ ὡμίλησε·
这位德莫凯德斯是经历如下过程从克罗同来到这里,并与波留克拉特斯交往的。
πατρὶ συνείχετο ἐν τῇ Κρότωνι ὀργὴν χαλεπῷ· τοῦτον ἐπείτε οὐκ ἐδύνατο φέρειν, ἀπολιπὼν οἴχετο ἐς Αἴγιναν.
他在克罗同曾受到脾气暴躁的父亲的严厉管束;由于无法忍受父亲,他便抛下父亲前往埃吉纳。
καταστὰς δὲ ἐς ταύτην πρώτῳ ἔτεϊ ὑπερεβάλετο τοὺς ἄλλους ἰητρούς, ἀσκευής περ ἐὼν καὶ ἔχων οὐδὲν τῶν ὅσα περὶ τὴν τέχνην ἐστὶ ἐργαλήια.
在当地定居后,尽管他毫无准备,也没有任何行医所需的工具,但在第一年里他就超越了其他的医生。
§3.131.2καί μιν δευτέρῳ ἔτεϊ ταλάντου Αἰγινῆται δημοσίῃ μισθοῦνται, τρίτῳ δὲ ἔτεϊ Ἀθηναῖοι ἑκατὸν μνέων, τετάρτῳ δὲ ἔτεϊ Πολυκράτης δυῶν ταλάντων.
第二年,埃吉纳人以一塔兰同的公费聘请他,第三年阿特奈人以一百米纳聘请他,第四年波留克拉特斯以两塔兰同聘请他。
οὕτω μὲν ἀπίκετο ἐς τὴν Σάμον, καὶ ἀπὸ τούτου τοῦ ἀνδρὸς οὐκ ἥκιστα Κροτωνιῆται ἰητροὶ εὐδοκίμησαν.
他就是这样来到萨摩斯的,由于这个人的缘故,克罗同的医生们极大地赢得了声誉。
§3.131.3ἐγένετο γὰρ ὦν τοῦτο ὅτε πρῶτοι μὲν Κροτωνιῆται ἰητροὶ ἐλέγοντο ἀνὰ τὴν Ἑλλάδα εἶναι, δεύτεροι δὲ Κυρηναῖοι.
因为这正发生在克罗同的医生被公认为全希腊第一、库雷内的医生被公认为第二的时期。
κατὰ τὸν αὐτὸν δὲ τοῦτον χρόνον καὶ Ἀργεῖοι ἤκουον μουσικὴν εἶναι Ἑλλήνων πρῶτοι.
而大约在同一时期,阿尔戈斯人也因音乐而在希腊人中名列第一而享有盛誉。