§3.130.1σταθέντα δὲ ἐς μέσον εἰρώτα ὁ Δαρεῖος τὴν τέχνην εἰ ἐπίσταιτο· ὁ δὲ οὐκ ὑπεδέκετο, ἀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τὸ παράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος·
When he was placed in the midst, Darius asked him if he understood the art; but he would not admit it, fearing lest, if he revealed himself, he might be entirely cut off from Greece.
§3.130.2κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος, καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν ἐς τὸ μέσον.
But it was clear to Darius that he was dissembling, and he ordered those who had brought him to bring forward whips and goads into the midst.
ὁ δὲ ἐνθαῦτα δὴ ὦν ἐκφαίνει, φὰς ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι, ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην.
Then indeed he revealed it, saying that he did not know it precisely, but having associated with a physician, he had a slight knowledge of the art.
§3.130.3μετὰ δέ, ὥς οἱ ἐπέτρεψε, Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἤπια μετὰ τὰ ἰσχυρὰ προσάγων ὕπνου τέ μιν λαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ἀπέδεξε, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι.
Afterwards, when Darius entrusted himself to him, by employing Greek remedies and applying mild treatments after the violent ones, he enabled him to sleep and in a short time restored him to health, when Darius had no longer expected ever to be sound of foot again.
§3.130.4δωρέεται δή μιν μετὰ ταῦτα ὁ Δαρεῖος πεδέων χρυσέων δύο ζεύγεσι· ὁ δέ μιν ἐπείρετο εἴ οἱ διπλήσιον τὸ κακὸν ἐπίτηδες νέμει, ὅτι μιν ὑγιέα ἐποίησε.
Thereupon Darius presented him with two pairs of golden fetters; but Democedes asked him if he was purposely giving him a double evil because he had made him well.
ἡσθεὶς δὲ τῷ ἔπεϊ ὁ Δαρεῖος ἀποπέμπει μιν παρὰ τὰς ἑωυτοῦ γυναῖκας· παράγοντες δὲ οἱ εὐνοῦχοι ἔλεγον πρὸς τὰς γυναῖκας ὡς βασιλέι οὗτος εἴη ὃς τὴν ψυχὴν ἀπέδωκε. §3.130.5ὑποτύπτουσα δὲ αὐτέων ἑκάστη φιάλῃ τοῦ χρυσοῦ ἐς θήκην ἐδωρέετο Δημοκήδεα οὕτω δή τι δαψιλέι δωρεῇ ὡς τοὺς ἀποπίπτοντας ἀπὸ τῶν φιαλέων στατῆρας ἑπόμενος ὁ οἰκέτης, τῷ οὔνομα ἦν Σκίτων, ἀνελέγετο καί οἱ χρῆμα πολλόν τι χρυσοῦ συνελέχθη.
Pleased with this saying, Darius sent him to his own wives; and the eunuchs, conducting him, said to the women: "This is the man who has restored the King's life." Then each of them, scooping up from the chest with a golden cup, presented Democedes with so generous a gift that the servant who followed him, whose name was Sciton, gathered up the stater-coins that fell from the cups, and a vast quantity of gold was collected for him.